§6.92.1ταῦτα μέν νυν σφέας αὐτοὺς οἱ Αἰγινῆται ἐργάσαντο, Ἀθηναίοισι δὲ ἥκουσι ἐναυμάχησαν νηυσὶ ἑβδομήκοντα, ἑσσωθέντες δὲ τῇ ναυμαχίῃ ἐπεκαλέοντο τοὺς αὐτοὺς καὶ πρότερον, Ἀργείους.
这些事便是埃吉纳人对自己人所做的。 当雅典人到来时,他们以七十艘战船与其交战,但在海战中战败,于是便向先前求助过的相同的人——阿尔戈斯人呼吁援助。
καὶ δή σφι οὗτοι μὲν οὐκέτι βοηθέουσι, μεμφόμενοι ὅτι Αἰγιναῖαι νέες ἀνάγκῃ λαμφθεῖσαι ὑπὸ Κλεομένεος ἔσχον τε ἐς τὴν Ἀργολίδα χώρην καὶ συναπέβησαν Λακεδαιμονίοισι, συναπέβησαν δὲ καὶ ἀπὸ Σικυωνιέων νεῶν ἄνδρες τῇ αὐτῇ ταύτῃ ἐσβολῇ·
然而,阿尔戈斯人不再向他们提供援助,因为他们抱怨说,埃吉纳的船只曾被克莱奥梅内斯强行征用,在阿尔戈利斯地区靠岸,并与拉刻代蒙人一同登陆;而且在同一次入侵中,西锡安船只上的人也一同登陆了。
§6.92.2καί σφι ὑπʼ Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτῖσαι, πεντακόσια ἑκατέρους.
阿尔戈斯人对他们处以一千塔兰特的罚款,双方各付五百。
Σικυώνιοι μέν νυν συγγνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτίσαντες ἀζήμιοι εἶναι, Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε αὐθαδέστεροι.
西锡安人承认了错误,并同意通过支付一百塔兰特来免受进一步处罚;但埃吉纳人既不承认错误,态度也更为强硬。
διὰ δὴ ὦν σφι ταῦτα δεομένοισι ἀπὸ μὲν τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε, ἐθελονταὶ δὲ ἐς χιλίους·
因此,当他们请求援助时,阿尔戈斯人中没有一个人再以官方名义协助他们,但有大约一千名志愿兵加入了。
ἦγε δὲ αὐτοὺς στρατηγὸς ἀνὴρ ᾧ οὔνομα Εὐρυβάτης, ἀνὴρ πεντάεθλον ἐπασκήσας.
率领他们的是一位名叫欧里巴特斯的将军,他曾是一位练习过五项全能的男子。
§6.92.3τούτων οἱ πλεῦνες οὐκ ἀπενόστησαν ὀπίσω, ἀλλʼ ἐτελεύτησαν ὑπʼ Ἀθηναίων ἐν Αἰγίνῃ·
这些人中的大多数未能返回,而是被雅典人在埃吉纳处死。
αὐτὸς δὲ ὁ στρατηγὸς Εὐρυβάτης μουνομαχίην ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει, ὑπὸ δὲ τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνήσκει.
将军欧里巴特斯本人擅长单挑,他以这种方式连续击杀了三人,但被第四个人——德凯莱亚的索法涅斯所杀。