§6.90.1Νικόδρομος δέ, ὡς οἱ Ἀθηναῖοι ἐς τὸν καιρὸν οὐ παρεγίνοντο, ἐς πλοῖον ἐσβὰς ἐκδιδρήσκει ἐκ τῆς Αἰγίνης· σὺν δέ οἱ καὶ ἄλλοι ἐκ τῶν Αἰγινητέων εἵποντο, τοῖσι Ἀθηναῖοι Σούνιον οἰκῆσαι ἔδοσαν.
由于雅典人未能在适当的时候赶到,尼科德罗莫斯便登上一艘船,从埃吉纳逃了出来;与他一同逃亡的还有其他埃吉纳人,雅典人把苏尼翁给他们居住。
ἐνθεῦτεν δὲ οὗτοι ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τοὺς ἐν τῇ νήσῳ Αἰγινήτας.
他们以此为基地出击,掠夺了岛上的埃吉纳人。