§6.86A.1οὐ φαμένων δὲ ἀποδώσειν τῶν Ἀθηναίων, ἔλεξέ σφι Λευτυχίδης τάδε. ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεσθε αὐτοί·
当雅典人表示绝不归还时,勒奥提基德斯对他们说了以下这番话: “雅典人啊,你们自己想怎么做就怎么做吧。
καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια, καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων·
因为如果归还,你们所做的就是虔敬的事;如果不归还,则是相反的事。
ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη γενέσθαι περὶ παρακαταθήκης, βούλομαι ὑμῖν εἶπαι.
然而,我想告诉你们在斯巴达曾发生过一件关于寄托物的什么样的事。
§6.86A.2λέγομεν ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπʼ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα·
我们斯巴达人说,在从我算起的第三代,拉刻代蒙有一个名叫格劳科斯的人,他是埃皮居德斯之子。
τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα, καὶ δὴ καὶ ἀκούειν ἄριστα δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον οἴκεον.
我们说,这个人不仅在其他所有方面都名列前茅,而且在当时居住在拉刻代蒙的所有人中,关于正义享有最卓越的声誉。
§6.86A.3συνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν.
我们还说,在适当的时候,他身上发生了以下的事情。
ἄνδρα Μιλήσιον ἀπικόμενον ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους προϊσχόμενον τοιάδε. εἰμὶ μὲν Μιλήσιος, ἥκω δὲ τῆς σῆς Γλαῦκε βουλόμενος δικαιοσύνης ἀπολαῦσαι.
一个米利都人来到斯巴达,希望与他进行商谈,并提出了如下的建议: ‘我是米利都人,格劳科斯啊,我来这里是希望能分享你的正义。
§6.86A.4ὡς γὰρ δὴ ἀνὰ πᾶσαν μὲν τὴν ἄλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς δικαιοσύνης ἦν λόγος πολλός, ἐμεωυτῷ λόγους ἐδίδουν καὶ ὅτι ἐπικίνδυνος ἐστὶ αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννησος ἀσφαλέως ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας.
因为不仅在整个希腊的其他地方,特别是在伊奥尼亚一带,关于你的正义都有极高的评价,所以我自己也在权衡,一方面伊奥尼亚总是处于危险之中,而伯罗奔尼撒则处于安全之境,另一方面,人们绝不可能看到财富一直被同样的人占有。
§6.86A.5ταῦτά τε ὦν ἐπιλεγομένῳ καὶ βουλευομένῳ ἔδοξέ μοι τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα θέσθαι παρὰ σέ, εὖ ἐξεπισταμένῳ ὥς μοι κείμενα ἔσται παρὰ σοὶ σόα.
因此,在权衡和深思熟虑之后,我决定将我全部财产的一半兑换成现钱,寄存在你这里,因为我非常清楚,寄存在你这里将会十分安全。
σὺ δή μοι καὶ τὰ χρήματα δέξαι καὶ τάδε τὰ σύμβολα σῶζε λαβών· ὃς δʼ ἂν ἔχων ταῦτα ἀπαιτέῃ, τούτῳ ἀποδοῦναι.
请你为我收下这些钱财,并收下并保存这些凭证;谁拿着这些凭证来要求归还,就请归还给谁。 ’”