§6.86B.1ὁ μὲν δὴ ἀπὸ Μιλήτου ἥκων ξεῖνος τοσαῦτα ἔλεξε, Γλαῦκος δὲ ἐδέξατο τὴν παρακαταθήκην ἐπὶ τῷ εἰρημένῳ λόγῳ.
这位从米利都来的异乡人说完了这些话,而格劳科斯便按照所说的约定收下了这笔寄托物。
χρόνου δὲ πολλοῦ διελθόντος ἦλθον ἐς Σπάρτην τούτου τοῦ παραθεμένου τὰ χρήματα οἱ παῖδες, ἐλθόντες δὲ ἐς λόγους τῷ Γλαύκῳ καὶ ἀποδεικνύντες τὰ σύμβολα ἀπαίτεον τὰ χρήματα·
过了许久之后,寄放这笔钱财之人的孩子们来到斯巴达,他们与格劳科斯进行交涉,并出示了凭证,要求归还这些钱财。
§6.86B.2ὁ δὲ διωθέετο ἀντυποκρινόμενος τοιάδε. οὔτε μέμνημαι τὸ πρῆγμα οὔτε με περιφέρει οὐδὲν εἰδέναι τούτων τῶν ὑμεῖς λέγετε, βούλομαί τε ἀναμνησθεὶς ποιέειν πᾶν τὸ δίκαιον·
但他却予以推托,作出了如下的回答: “我既不记得这件事,也没有任何记忆让我能知道你们所说的这些事情。 我希望等我回忆起来后,履行一切合乎正义的事。
καὶ γὰρ εἰ ἔλαβον, ὀρθῶς ἀποδοῦναι, καὶ εἴ γε ἀρχὴν μὴ ἔλαβον, νόμοισι τοῖσι Ἑλλήνων χρήσομαι ἐς ὑμέας.
因为,如果我确实收下了,我愿意如数归还;如果我根本没有收下,我将对你们诉诸希腊人的法律。
ταῦτα ὦν ὑμῖν ἀναβάλλομαι κυρώσειν ἐς τέταρτον μῆνα ἀπὸ τοῦδε.
因此,我将对你们宣布,把解决此事的时间推迟到从现在起第四个月。 ”