§6.82.1νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους, φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος, παρεὸν εὐπετέως μιν ἑλεῖν.
克勒欧美奈斯回国后,他的政敌们将他带到监察官面前受审,声称他收受了贿赂,在本来可以轻易攻占阿耳戈斯的情况下却没有攻占。
ὁ δέ σφι ἔλεξε, οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων, ἔχω σαφηνέως εἶπαι, ἔλεξε δʼ ὦν φάμενος, ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλον, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν·
关于他对他们所说的话,他是在撒谎还是在说真话,我无法确定地表明,但他总之是这样声称和诉说的:当他攻占了阿耳戈斯的圣域时,他认为神对他的神谕已经实现。
πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος, πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ ὁ θεὸς παραδιδοῖ εἴτε ἐμποδὼν ἕστηκε·
因此,在通过祭品进行占卜并得知神是将该城交给他还是在阻碍他之前,他认为不应当对该城发起进攻。
§6.82.2καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι, μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει τὸ Ἄργος·
然而,当他在赫拉神庙献祭以求吉兆时,一道火光从神像的胸部闪耀出来,因此他自己得知了确凿的事实,即他不会攻占阿耳戈斯。
εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε, αἱρέειν ἂν κατʼ ἄκρης τὴν πόλιν, ἐκ τῶν στηθέων δὲ λάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο γενέσθαι.
因为如果火光是从神像的头部闪耀出来,他本来可以彻底攻陷这座城市;但既然是从胸部闪耀出来,那么神所希望发生的一切就已经由他完成了。
ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν, καὶ διέφυγε πολλὸν τοὺς διώκοντας.
他这样说,在斯巴达人看来是可信且合乎情理的,于是他以绝对优势免受起诉人的惩罚。