§6.81.1μετὰ δὲ ταῦτα ὁ Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην, χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον θύσων·
此后,克勒欧美奈斯遣散了大部分军队让他们返回斯巴达,而他自己则带领一千名最精锐的战士,前往赫拉神庙献祭。
βουλόμενον δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ὁ ἱρεὺς ἀπηγόρευε, φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν.
当他想要在祭坛上献祭时,祭司阻止了他,说异邦人在那里献祭是不合神法的。
ὁ δὲ Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ ἀπάγοντας μαστιγῶσαι, καὶ αὐτὸς ἔθυσε·
于是克勒欧美奈斯命令黑劳士们将祭司从祭坛旁拖开并予以鞭笞,他自己则亲自进行了献祭。
ποιήσας δὲ ταῦτα ἀπήιε ἐς τὴν Σπάρτην.
做完这些事后,他便返回了斯巴达。