§6.70.1ἣ μὲν δὴ ταῦτα ἔλεγε, ὁ δὲ πυθόμενός τε τὰ ἐβούλετο καὶ ἐπόδια λαβὼν ἐπορεύετο ἐς Ἦλιν, τῷ λόγῳ φὰς ὡς ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ πορεύεται.
她确实说了这些话,而他,在探听到他想知道的事情并带上盘缠后,便出发前往伊利斯,口头上声称他是去德尔斐求问神谕。
Λακεδαιμόνιοι δὲ ὑποτοπηθέντες Δημάρητον δρησμῷ ἐπιχειρέειν ἐδίωκον.
但拉栖代梦人怀疑德马拉托斯企图逃跑,便追赶他。
§6.70.2καί κως ἔφθη ἐς Ζάκυνθον διαβὰς ὁ Δημάρητος ἐκ τῆς Ἤλιδος·
而德马拉托斯设法抢先一步,从伊利斯渡海到了扎金索斯。
ἐπιδιαβάντες δὲ οἱ Λακεδαιμόνιοι αὐτοῦ τε ἅπτοντο καὶ τοὺς θεράποντας αὐτοῦ ἀπαιρέονται.
但拉栖代梦人也追渡了过去,企图抓住他,并夺走了他的随从。
μετὰ δέ, οὐ γὰρ ἐξεδίδοσαν αὐτὸν οἱ Ζακύνθιοι, ἐνθεῦτεν διαβαίνει ἐς τὴν Ἀσίην παρὰ βασιλέα Δαρεῖον.
但在此之后,由于扎金索斯人不肯交出他,他便从那里渡海前往亚洲,投奔大流士国王。
ὁ δὲ ὑπεδέξατό τε αὐτὸν μεγαλωστὶ καὶ γῆν τε καὶ πόλιας ἔδωκε.
国王隆重地接待了他,并赏赐给他土地和城市。
§6.70.3οὕτω ἀπίκετο ἐς τὴν Ἀσίην Δημάρητος καὶ τοιαύτῃ χρησάμενος τύχῃ, ἄλλα τε Λακεδαιμονίοισι συχνὰ ἔργοισί τε καὶ γνώμῃσι ἀπολαμπρυνθείς, ἐν δὲ δὴ καὶ Ὀλυμπιάδα σφι ἀνελόμενος τεθρίππῳ προσέβαλε, μοῦνος τοῦτο πάντων δὴ τῶν γενομένων βασιλέων ἐν Σπάρτῃ ποιήσας.
德马拉托斯就是这样到达亚洲的,并经历了这样的命运;他此前也在许多其他事情上通过行动和智慧为拉栖代梦人赢得了极大的荣誉,特别是,他还用四马战车为他们赢得了奥林匹亚竞技会的一项胜利,并将这一光荣奉献给他们,成为斯巴达历代国王中唯一做到这一点的人。