§6.52.1Λακεδαιμόνιοι γὰρ ὁμολογέοντες οὐδενὶ ποιητῇ λέγουσι αὐτὸν Ἀριστόδημον τὸν Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου βασιλεύοντα ἀγαγεῖν σφεας ἐς ταύτην τὴν χώρην τὴν νῦν ἐκτέαται, ἀλλʼ οὐ τοὺς Ἀριστοδήμου παῖδας.
というのも、ラケダイモン人たちはどの詩人とも同意せず、現在彼らが領有しているこの地へと彼らを導いたのは、ヒュロスの子クレオダイオスの子アリストマコスの子であるアリストデモス自身が王であった時であり、アリストデモスの子供たちではない、と言っているからである。
§6.52.2μετὰ δὲ χρόνον οὐ πολλὸν Ἀριστοδήμῳ τεκεῖν τὴν γυναῖκα, τῇ οὔνομα εἶναι Ἀργείην·
アンドロニコス(※訳注:アリストデモス)の妻、その名はアルゲイアという。
θυγατέρα δὲ αὐτὴν λέγουσι εἶναι Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος· ταύτην δὴ τεκεῖν δίδυμα, ἐπιδόντα δὲ τὸν Ἀριστόδημον τὰ τέκνα νούσῳ τελευτᾶν.
彼女はポリュネイケスの子テルサンドロスの子ティサメノスの子アウテシオンの娘であると彼らは言っているが、間もなくして彼女は双子を産み、アリストデモスは子供たちを目にすると、病にかかって没したという。
§6.52.3Λακεδαιμονίους δὲ τοὺς τότε ἐόντας βουλεῦσαι κατὰ νόμον βασιλέα τῶν παίδων τὸν πρεσβύτερον ποιήσασθαι.
そこで当時のラケダイモン人たちは、法に従って子供たちのうちの年長の方を王にすることに決めた。
οὔκων δή σφεας ἔχειν ὁκότερον ἕλωνται ὥστε καὶ ὁμοίων καὶ ἴσων ἐόντων·
しかし、彼らはどちらを選んでよいか分からなかった。 というのも、子供たちが互いにとてもよく似ており、体格も同じであったからである。
οὐ δυναμένους δὲ γνῶναι, ἢ καὶ πρὸ τούτου, ἐπειρωτᾶν τὴν τεκοῦσαν.
区別がつかなかったため、あるいはそれ以前から、彼らは母親に尋ねた。
§6.52.4τὴν δὲ οὐδὲ αὐτὴν φάναι διαγινώσκειν.
だが、彼女自身も区別がつかないと言った。
εἰδυῖαν μὲν καὶ τὸ κάρτα λέγειν ταῦτα, βουλομένην δὲ εἴ κως ἀμφότεροι γενοίατο βασιλέες.
彼女は実際にはよく知っていながらこのように言ったのであり、どうにかして二人とも王にさせたいと望んでいたからであった。
τοὺς ὦν δὴ Λακεδαιμονίους ἀπορέειν, ἀπορέοντας δὲ πέμπειν ἐς Δελφοὺς ἐπειρησομένους ὅ τι χρήσωνται τῷ πρήγματι.
そこでラケダイモン人たちは困惑し、困惑した末に、この事態をどのように処置すべきかを尋ねるためにデルポイへ使者を送った。
§6.52.5τὴν δὲ Πυθίην σφέας κελεύειν ἀμφότερα τὰ παιδία ἡγήσασθαι βασιλέας, τιμᾶν δὲ μᾶλλον τὸν γεραίτερον.
するとピュティアは彼らに、子供たちの両方を王として戴き、しかし年長の方をより重んじるようにと命じた。
τὴν μὲν δὴ Πυθίην ταῦτά σφι ἀνελεῖν, τοῖσι δὲ Λακεδαιμονίοισι ἀπορέουσι οὐδὲν ἧσσον ὅκως ἐξεύρωσι αὐτῶν τὸν πρεσβύτερον, ὑποθέσθαι ἄνδρα Μεσσήνιον τῷ οὔνομα εἶναι Πανίτην·
ピュティアは彼らにこのような神託を下したのだが、ラケダイモン人たちはそれでもなお、彼らのうちの年長の方をどのように見つけ出せばよいか分からずにいたところ、パニテスという名のメッセニア人の男が提案をした。
§6.52.6ὑποθέσθαι δὲ τοῦτον τὸν Πανίτην τάδε τοῖσι Λακεδαιμονίοισι, φυλάξαι τὴν γειναμένην ὁκότερον τῶν παίδων πρότερον λούει καὶ σιτίζει·
このパニテスがラケダイモン人たちに提案した内容は次の通りであった。 すなわち、母親が二人の子供のうちどちらを先に風呂に入れ、食事を与えるかを見張ること。
καὶ ἢν μὲν κατὰ ταὐτὰ φαίνηται αἰεὶ ποιεῦσα, τοὺς δὲ πᾶν ἕξειν ὅσον τι καὶ δίζηνται καὶ θέλουσι ἐξευρεῖν, ἢν δὲ πλανᾶται καὶ ἐκείνη ἐναλλὰξ ποιεῦσα, δῆλά σφι ἔσεσθαι ὡς οὐδὲ ἐκείνη πλέον οὐδὲν οἶδε, ἐπʼ ἄλλην τε τραπέσθαι σφέας ὁδόν.
そして、もし彼女が常に同じように行っているのが分かれば、彼らは探し求め、見つけ出したいと望んでいることのすべてを手に入れることになる。 しかし、もし彼女もまた順序を交互に変えて不規則に行うならば、彼女自身もそれ以上何も知らないことが彼らにとって明らかになるので、彼らは別の道に切り替えるべきである。
§6.52.7ἐνθαῦτα δὴ τοὺς Σπαρτιήτας κατὰ τὰς τοῦ Μεσσηνίου ὑποθήκας φυλάξαντας τὴν μητέρα τῶν Ἀριστοδήμου παίδων λαβεῖν κατὰ ταὐτὰ τιμῶσαν τὸν πρότερον καὶ σίτοισι καὶ λουτροῖσι, οὐκ εἰδυῖαν τῶν εἵνεκεν ἐφυλάσσετο.
そこでスパルタ人たちはメッセニア人の提案に従ってアリストデモスの子供たちの母親を見張り、彼女がなぜ監視されているのかを知らないまま、食事の時も入浴の時も常に同じ子供を優先して重んじているのを捉えた。
λαβόντας δὲ τὸ παιδίον τὸ τιμώμενον πρὸς τῆς γειναμένης ὡς ἐὸν πρότερον τρέφειν ἐν τῷ δημοσίῳ· καί οἱ οὔνομα τεθῆναι Εὐρυσθένεα, τῷ δὲ Προκλέα.
そして母親から優先されている方の子供を、先に生まれた子として公の費用で育て、彼にはエウリュステネス、もう一方にはプロクレスという名を授けた。
§6.52.8τούτους ἀνδρωθέντας αὐτούς τε ἀδελφεοὺς ἐόντας λέγουσι διαφόρους εἶναι τὸν πάντα χρόνον τῆς ζόης ἀλλήλοισι, καὶ τοὺς ἀπὸ τούτων γενομένους ὡσαύτως διατελέειν.
彼らが成人すると、兄弟でありながら生涯ずっと互いに対立し合い、彼らの子孫たちも同様に対立し続けたと言われている。