§6.50.1πρὸς ταύτην δὲ τὴν κατηγορίην Κλεομένης ὁ Ἀναξανδρίδεω βασιλεὺς ἐὼν Σπαρτιητέων διέβη ἐς Αἴγιναν, βουλόμενος συλλαβεῖν Αἰγινητέων τοὺς αἰτιωτάτους.
针对这一指控,作为斯巴达国王的阿那克桑德里德斯之子克莱奥梅奈斯渡海前往埃吉纳,意图逮捕埃吉纳人中罪责最重的主谋。
§6.50.2ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων, ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων, ἐν δὲ δὴ καὶ Κριὸς ὁ Πολυκρίτου μάλιστα, ὃς οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων·
当他企图实施逮捕时,其他埃吉纳人纷纷反对他,尤其是波留克里托斯之子克里奥斯,他声称克莱奥梅奈斯休想平安地带走任何一个埃吉纳人。
ἄνευ γάρ μιν Σπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα, ὑπʼ Ἀθηναίων ἀναγνωσθέντα χρήμασι· ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέι ἐλθόντα συλλαμβάνειν.
因为(他声称)克莱奥梅奈斯未经斯巴达人的公同决定而行此事,是被雅典人用金钱收买的;否则他本应与另一位国王一同前来捕人。
§6.50.3ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου.
克里奥斯是根据德玛拉图斯的一封信说这些话的。
Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη τὸ οὔνομα· ὁ δέ οἱ τὸ ἐὸν ἔφρασε.
克莱奥梅奈斯在被赶出埃吉纳时,问克里奥斯叫什么名字,后者告诉了他真实的名字。
ὁ δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη
ἤδη νῦν καταχαλκοῦ ὦ κριὲ τὰ κέρεα, ὡς συνοισόμενος μεγάλῳ κακῷ.
于是克莱奥梅奈斯对他说: “公羊啊,现在就把你的角包上青铜吧,因为你将要遭遇巨大的灾难。 ”