§6.50.1πρὸς ταύτην δὲ τὴν κατηγορίην Κλεομένης ὁ Ἀναξανδρίδεω βασιλεὺς ἐὼν Σπαρτιητέων διέβη ἐς Αἴγιναν, βουλόμενος συλλαβεῖν Αἰγινητέων τοὺς αἰτιωτάτους.
In response to this accusation, Cleomenes, the son of Anaxandrides, who was king of the Spartans, crossed over to Aegina, wishing to arrest those of the Aeginetans who were most responsible.
§6.50.2ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων, ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων, ἐν δὲ δὴ καὶ Κριὸς ὁ Πολυκρίτου μάλιστα, ὃς οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων· ἄνευ γάρ μιν Σπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα, ὑπʼ Ἀθηναίων ἀναγνωσθέντα χρήμασι· ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέι ἐλθόντα συλλαμβάνειν.
When he attempted to make the arrests, other Aeginetans opposed him, and especially Crios, the son of Polycritus, who said that Cleomenes would not carry off any of the Aeginetans with impunity; for (he claimed) he was doing this without the common consent of the Spartans, having been persuaded with money by the Athenians; for otherwise he would have come with the other king to make the arrest.
§6.50.3ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου.
He said this on the instructions of a letter from Demaratus.
Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη τὸ οὔνομα· ὁ δέ οἱ τὸ ἐὸν ἔφρασε.
Cleomenes, as he was being driven away from Aegina, asked Crios what his name was; and he told him the truth.
ὁ δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη
ἤδη νῦν καταχαλκοῦ ὦ κριὲ τὰ κέρεα, ὡς συνοισόμενος μεγάλῳ κακῷ.
Then Cleomenes said to him: "Now indeed, O Ram, plate your horns with bronze, for you are going to clash with great disaster."