§6.49.1οὗτοί τε δὴ παρεσκευάζοντο ταῦτα, καὶ τοῖσι ἥκουσι ἐς τὴν Ἑλλάδα κήρυξι πολλοὶ μὲν ἠπειρωτέων ἔδοσαν τὰ προΐσχετο αἰτέων ὁ Πέρσης, πάντες δὲ νησιῶται ἐς τοὺς ἀπικοίατο αἰτήσοντες.
于是,他们开始准备这些事务。 至于来到希腊的使者,大陆上的许多居民都交出了波斯人所要求的东西,而使者们前去索取的所有岛屿居民也都交出了。
οἵ τε δὴ ἄλλοι νησιῶται διδοῦσι γῆν τε καὶ ὕδωρ Δαρείῳ καὶ δὴ καὶ Αἰγινῆται.
其他岛民都向大流士交出了土与水,尤其是埃吉纳人。
§6.49.2ποιήσασι δέ σφι ταῦτα ἰθέως Ἀθηναῖοι ἐπεκέατο, δοκέοντές τε ἐπὶ σφίσι ἐπέχοντας τοὺς Αἰγινήτας δεδωκέναι ὡς ἅμα τῷ Πέρσῃ ἐπὶ σφέας στρατεύωνται, καὶ ἄσμενοι προφάσιος ἐπελάβοντο, φοιτέοντές τε ἐς τὴν Σπάρτην κατηγόρεον τῶν Αἰγινητέων τὰ πεποιήκοιεν προδόντες τὴν Ἑλλάδα.
在他们这样做之后,雅典人立即向他们发难,认为埃吉纳人交出这些是怀着针对雅典人的敌意,以便同波斯人一起对他们发动战争。 雅典人欣然抓住了这个借口,频繁前往斯巴达,指控埃吉纳人背叛希腊的所作所为。