§6.45.1ὁ μὲν δὴ ναυτικὸς στρατὸς οὕτω ἔπρησσε, Μαρδονίῳ δὲ καὶ τῷ πεζῷ στρατοπεδευομένῳ ἐν Μακεδονίῃ νυκτὸς Βρύγοι Θρήικες ἐπεχείρησαν· καί σφεων πολλοὺς φονεύουσι οἱ Βρύγοι, Μαρδόνιον δὲ αὐτὸν τρωματίζουσι.
一方面,海军的情况便是如此。 另一方面,当马尔多尼乌斯和陆军在马其顿驻营时,色雷斯的布里戈伊人在夜间袭击了他们;布里戈伊人杀死了他们中的许多人,并击伤了马尔多尼乌斯本人。
οὐ μέντοι οὐδὲ αὐτοὶ δουλοσύνην διέφυγον πρὸς Περσέων· οὐ γὰρ δὴ πρότερον ἀπανέστη ἐκ τῶν χωρέων τουτέων Μαρδόνιος πρὶν ἤ σφεας ὑποχειρίους ἐποιήσατο.
然而,他们自己也没能逃脱被波斯人奴役的命运;因为马尔多尼乌斯在将他们降伏之前,绝不肯从这些地区撤军。
§6.45.2τούτους μέντοι καταστρεψάμενος ἀπῆγε τὴν στρατιὴν ὀπίσω, ἅτε τῷ πεζῷ τε προσπταίσας πρὸς τοὺς Βρύγους καὶ τῷ ναυτικῷ μεγάλως περὶ Ἄθων.
不过,在征服他们之后,他率军退回,因为他在陆军方面遭受了布里戈伊人的重创,在海军方面也在阿索斯山周围损失惨重。
οὗτος μέν νυν ὁ στόλος αἰσχρῶς ἀγωνισάμενος ἀπαλλάχθη ἐς τὴν Ἀσίην.
因此,这次远征在蒙受耻辱的交战之后,退回了亚洲。