§6.46.1δευτέρῳ δὲ ἔτεϊ τούτων ὁ Δαρεῖος πρῶτα μὲν Θασίους διαβληθέντας ὑπὸ τῶν ἀστυγειτόνων ὡς ἀπόστασιν μηχανῴατο, πέμψας ἄγγελον ἐκέλευε σφέας τὸ τεῖχος περιαιρέειν καὶ τὰς νέας ἐς Ἄβδηρα κομίζειν.
在这些事件发生后的第二年,大流士首先因萨索斯人被邻国诬陷企图叛乱,便派去使者,命令他们拆除城墙,并将船只驶往阿布德拉。
§6.46.2οἱ γὰρ δὴ Θάσιοι, οἷα ὑπὸ Ἱστιαίου τε τοῦ Μιλησίου πολιορκηθέντες καὶ προσόδων ἐουσέων μεγαλέων, ἐχρέωντο τοῖσι χρήμασι νέας τε ναυπηγεύμενοι μακρὰς καὶ τεῖχος ἰσχυρότερον περιβαλλόμενοι.
因为萨索斯人由于曾遭到米利都的希斯提亚埃乌斯的包围,且拥有巨额收入,便利用这笔资金建造长船,并为自己修筑了更坚固的城墙。
ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς ἠπείρου καὶ ἀπὸ τῶν μετάλλων· §6.46.3ἐκ μέν γε τῶν ἐκ Σκαπτησύλης τῶν χρυσέων μετάλλων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα προσήιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων, συχνὰ δὲ οὓτω ὣστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν ἀτελέσι προσήιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον προσῆλθε, τριηκόσια.
他们的收入来自大陆和矿山;大体而言,从斯卡普特·希莱的金矿中每年可得八十塔兰同,从萨索斯本岛的矿山所得虽少于此数,但也相当丰厚,以至于对于免交土地产物税的萨索斯人来说,每年从大陆和矿山总共可获得两百塔兰同的收入,在收入最多的时候则可达三百塔兰同。