Humanitext Reader

希罗多德 · 历史 §6.41.1-6.41.4

米提亚德逃往雅典与长子梅提欧卡斯被俘

第 943 段,共 1577 段 · 希腊语

内容简介

米提亚德逃脱腓尼基人的追击前往雅典,而他的长子梅提欧卡斯中途被俘并被押送至大流士国王处,却意外获得了极为优厚的待遇。

§6.41.1τότε δὲ πυνθανόμενος εἶναι τοὺς Φοίνικας ἐν Τενέδῳ, πληρώσας τριήρεας πέντε χρημάτων τῶν παρεόντων ἀπέπλεε ἐς τὰς Ἀθήνας.
当时,当他得知腓尼基人在特涅多斯岛时,便用手头现有的财物装满五艘三段式战船,向雅典驶去。
καὶ ὥσπερ ὁρμήθη ἐκ Καρδίης πόλιος ἔπλεε διὰ τοῦ Μέλανος κόλπου· παραμείβετό τε τὴν Χερσόνησον καὶ οἱ Φοίνικές οἱ περιπίπτουσι τῇσι νηυσί.
他正如从卡尔迪亚城出发时那样,穿过梅拉斯湾航行;他沿着赫尔松涅斯航行时,腓尼基人遭遇了他的船只。
§6.41.2αὐτὸς μὲν δὴ Μιλτιάδης σὺν τῇσι τέσσερσι τῶν νεῶν καταφεύγει ἐς Ἴμβρον, τὴν δέ οἱ πέμπτην τῶν νεῶν κατεῖλον διώκοντες οἱ Φοίνικες.
米提亚德本人带着其中四艘船逃到了伊姆布罗斯岛,而腓尼基人则在追击中俘获了他的第五艘船。
τῆς δὲ νεὸς ταύτης ἔτυχε τῶν Μιλτιάδεω παίδων ὁ πρεσβύτατος ἄρχων Μητίοχος, οὐκ ἐκ τῆς Ὀλόρου τοῦ Θρήικος ἐὼν θυγατρὸς ἀλλʼ ἐξ ἄλλης·
这艘船上恰好由米提亚德的长子梅提欧卡斯指挥,他并非色雷斯人奥罗罗斯的女儿所生,而是另一个妻子所生。
§6.41.3καὶ τοῦτον ἅμα τῇ νηὶ εἷλον οἱ Φοίνικες, καί μιν πυθόμενοι ὡς εἴη Μιλτιάδεω παῖς ἀνήγαγον παρὰ βασιλέα, δοκέοντες χάριτα μεγάλην καταθήσεσθαι, ὅτι δὴ Μιλτιάδης γνώμην ἀπεδέξατο ἐν τοῖσι Ἴωσι πείθεσθαι κελεύων τοῖσι Σκύθῃσι, ὅτε οἱ Σκύθαι προσεδέοντο λύσαντας τὴν σχεδίην ἀποπλέειν ἐς τὴν ἑωυτῶν.
腓尼基人将他连同船只一并俘获,并在得知他是米提亚德之子后,将他押送到国王那里,认为这将使他们立下大功,因为在当时塞人请求解开浮桥并乘船返回本国时,米提亚德曾在伊奥尼亚人中发表意见,主张听从塞人的劝告。
§6.41.4Δαρεῖος δέ, ὡς οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον, ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ συχνά· καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα, ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται.
然而,当腓尼基人押送米提亚德之子梅提欧卡斯到来时,大流士不仅没有伤害梅提欧卡斯,反而给予他诸多恩惠;因为他赐予他房屋、财产以及一位波斯妻子,他与该妻子所生的子女均被列入波斯人之中。
Μιλτιάδης δὲ ἐξ Ἴμβρου ἀπικνέεται ἐς τὰς Ἀθήνας.
而米提亚德则从伊姆布罗斯岛抵达了雅典。

词汇与语法注释

  1. 6.41.1χρημάτων τῶν παρεόντων — 此属格受分词 πληρώσας(源自 πληρόω,意为“装满、配备”)支配,属于表示“内容物或材料”的属格,说明他用现有的财产装满了船只。
  2. 6.41.3μιν πυθόμενοι ὡς εἴη Μιλτιάδεω παῖς — 典型的“提前(prolepsis)”句法,代词 μιν 在逻辑上应当是从句(ὡς 句)的主语,但在此处被提前作为分词 πυθόμενοι 的宾格宾语。
  3. 6.41.4ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ συχνά — 由动词 ἐποίησε 支配的双宾格结构,表示“对某人施加某事”,受事者(Μητίοχον)与施加的事物(κακὸν / ἀγαθά)均为宾格。
  4. 6.41.4κεκοσμέαται — 动词 κοσμέω 的直说法语气现在完成时被动语态第三人称复数。词尾 -αται 是爱奥尼亚方言的特征,相当于雅典方言的 κεκόσμηνται。

引用这一段

希罗多德, 历史 §6.41.1-6.41.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.41.1-6.41.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。