§6.30.1εἰ μέν νυν, ὡς ἐζωγρήθη, ἄχθη ἀγόμενος παρὰ βασιλέα Δαρεῖον, ὁ δὲ οὔτʼ ἂν ἔπαθε κακὸν οὐδὲν δοκέειν ἐμοί, ἀπῆκέ τʼ ἂν αὐτῷ τὴν αἰτίην·
如果他在被活捉之后,被押送到大流士国王那里,在我看来,他不仅不会遭受任何伤害,国王还会赦免他的罪过。
νῦν δέ μιν αὐτῶν τε τούτων εἵνεκα καὶ ἵνα μὴ διαφυγὼν αὖτις μέγας παρὰ βασιλέι γένηται, Ἀρταφρένης τε ὁ Σαρδίων ὕπαρχος καὶ ὁ λαβὼν Ἅρπαγος, ὡς ἀπίκετο ἀγόμενος ἐς Σάρδις, τὸ μὲν αὐτοῦ σῶμα αὐτοῦ ταύτῃ ἀνεσταύρωσαν, τὴν δὲ κεφαλὴν ταριχεύσαντες ἀνήνεικαν παρὰ βασιλέα Δαρεῖον ἐς Σοῦσα.
但实际上,正是由于这些原因,也为了防止他再次逃脱并在国王那里重新获得权势,萨尔迪斯的总督阿尔塔弗雷内斯和俘获他的哈尔帕戈斯,在希斯提亚埃乌斯被押送到萨尔迪斯之后,当场将他的尸体钉在十字架上,而将他的头颅做防腐处理后,送往苏萨的大流士国王那里。
§6.30.2Δαρεῖος δὲ πυθόμενος ταῦτα καὶ ἐπαιτιησάμενος τοὺς ταῦτα ποιήσαντας ὅτι μιν οὐ ζώοντα ἀνήγαγον ἐς ὄψιν τὴν ἑωυτοῦ, τὴν κεφαλὴν τὴν Ἱστιαίου λούσαντάς τε καὶ περιστείλαντας εὖ ἐνετείλατο θάψαι ὡς ἀνδρὸς μεγάλως ἑωυτῷ τε καὶ Πέρσῃσι εὐεργέτεω.
大流士得知此事后,斥责了那些这样做的人,因为他们没有把活着的希斯提亚埃乌斯带到他的面前;他下令将希斯提亚埃乌斯的头颅清洗干净,并妥善包裹,作为对自己和波斯人有极大恩惠的人的遗首予以安葬。