§6.18.1οἱ δὲ Πέρσαι ἐπείτε τῇ ναυμαχίῃ ἐνίκων τοὺς Ἴωνας, τὴν Μίλητον πολιορκέοντες ἐκ γῆς καὶ θαλάσσης καὶ ὑπορύσσοντες τὰ τείχεα καὶ παντοίας μηχανὰς προσφέροντες, αἱρέουσι κατʼ ἄκρης ἕκτῳ ἔτεϊ ἀπὸ τῆς ἀποστάσιος τῆς Ἀρισταγόρεω καὶ ἠνδραποδίσαντο τὴν πόλιν, ὥστε συμπεσεῖν τὸ πάθος τῷ χρηστηρίῳ τῷ ἐς Μίλητον γενομένῳ.
波斯人在海战中击败伊奥尼亚人后,从陆路和海路包围了米利都,通过挖掘墙基并采用各种攻城器械,在阿里斯塔哥拉斯起义后的第六年彻底攻占了这座城市并奴役了其人民,以致这一惨剧正与针对米利都所作出的神谕相吻合。