§6.19.1χρεωμένοισι γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον, τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον, τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους. τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον,
因为当阿耳戈斯人在德尔斐为其城邦的安全求问神谕时,得到了一个共同的神谕,其中一部分指向阿耳戈斯人自己,而附加的部分则是针对米利都人的。至于针对阿耳戈斯人的部分,
§6.19.2ἐπεὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου, τότε μνησθήσομαι· τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε, ἔχει ὧδε. "
καὶ τότε δή, Μίλητε κακῶν ἐπιμήχανε ἔργων,
πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ,
σαὶ δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις,
νηοῦ δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει. "
待我的叙述进行到该处时,我再予以提及;而针对并未在场的米利都人所给出的部分,其内容如下:“到那时,米利都,恶行的策划者啊,你将成为众人的美餐与光彩的礼物,你的妻子们将为许多长发的男人洗脚,而我们在迪迪马的神殿将由他人照管。
§6.19.3τότε δὴ ταῦτα τοὺς Μιλησίους κατελάμβανε, ὁκότε ἄνδρες μὲν οἱ πλεῦνες ἐκτείνοντο ὑπὸ τῶν Περσέων ἐόντων κομητέων, γυναῖκες δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, ἱρὸν δὲ τὸ ἐν Διδύμοισι καὶ ὁ νηός τε καὶ τὸ χρηστήριον. συληθέντα ἐνεπίμπρατο.
” 当时,这些灾难确实降临到了米利都人身上:大多数男子被蓄着长发的波斯人杀害,妇女和儿童被列入奴隶之列,而位于迪迪马的圣所,包括神殿和神谕所,也都被掠夺并付之一炬。
τῶν δʼ ἐν τῷ ἱρῷ τούτῳ χρημάτων πολλάκις μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιησάμην.
关于该圣所内的财宝,我已在叙述的其他地方多次提及。