§6.134.1ἐς μὲν δὴ τοσοῦτο τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι, τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι.
关于故事到此为止的部分,所有的希腊人说法都是一致的;但此后发生的事,帕罗斯人自己则是这样说的。
Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους αἰχμάλωτον γυναῖκα, ἐοῦσαν μὲν Παρίην γένος, οὔνομα δέ οἱ εἶναι Τιμοῦν, εἶναι δὲ ὑποζάκορον τῶν χθονίων θεῶν·
他们说,在米太亚德一筹莫展之际,一个被俘的女人来同他谈话。 她是个帕罗斯人,名字叫作蒂莫,是大地的诸神的一位下级女祭司。
ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι, εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν, τὰ ἂν αὐτὴ ὑποθῆται, ταῦτα ποιέειν.
她来到米太亚德面前,建议他如果非常看重夺取帕罗斯这件事,就应该按照她的指示去做。
§6.134.2μετὰ δὲ τὴν μὲν ὑποθέσθαι, τὸν δὲ διερχόμενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα ἕρκος θεσμοφόρου Δήμητρος ὑπερθορεῖν, οὐ δυνάμενον τὰς θύρας ἀνοῖξαι, ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον ὅ τι δὴ ποιήσοντα ἐντός, εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε ὅ τι δή κοτε πρήξοντα·
在此之后,她给出了指示,而他则走向城市前方的山丘,由于无法打开大门,便翻过了得墨忒耳·忒斯摩福罗斯圣域的篱墙。 翻过去后,他便朝本殿走去,准备在里面做些什么——或是去触动某些不可触动的圣物,或是去干些别的什么事。
πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι, καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι·
当他来到门口时,突然一阵战栗袭来,他便沿着原路急忙往回走,但在跳下石墙时,他的大腿受了伤。
οἳ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι.
不过,也有人说他是撞伤了膝盖。