Humanitext Reader

希罗多德 · 历史 §6.125.1-6.125.5

阿尔克美翁从克罗伊索斯处获得黄金的轶事

第 1030 段,共 1577 段 · 希腊语

内容简介

讲述了阿尔克美翁家族致富的著名轶事:阿尔克美翁因协助克罗伊索斯的使者而受召,克罗伊索斯许诺赏赐他等身所能携带的黄金,他便以滑稽的方式将砂金填满全身和嘴巴带走。

§6.125.1οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσι Ἀθήνῃσι, ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί.
阿尔克美翁家族自古以来在雅典就是显赫的,而从阿尔克美翁以及后来的美加克勒斯时代起,他们变得更加极其显赫。
§6.125.2τοῦτο μὲν γὰρ Ἀλκμέων ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως, καί μιν Κροῖσος πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτεόντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις, ἀπικόμενον δὲ δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενείκασθαι ἐσάπαξ.
因为首先,美加克勒斯之子阿尔克美翁,对于从克罗伊索斯那里来到德尔斐神谕所的萨尔迪斯吕底亚人,热心充当他们的协作者并予以帮助;克罗伊索斯从那些常去神谕所的吕底亚人那里得知阿尔克美翁善待自己,便召他去萨尔迪斯,并在他到达后,赠予他一次性能用自己的身体搬运出去的那么多的黄金。
§6.125.3ὁ δὲ Ἀλκμέων πρὸς τὴν δωρεὴν ἐοῦσαν τοιαύτην τοιάδε ἐπιτηδεύσας προσέφερε· ἐνδὺς κιθῶνα μέγαν καὶ κόλπον βαθὺν καταλιπόμενος τοῦ κιθῶνος, κοθόρνους τε τοὺς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος, ἤιε ἐς τὸν θησαυρὸν ἐς τόν οἱ κατηγέοντο.
阿尔克美翁针对这样一份礼物,作了如下准备后前去迎受:他穿上一件肥大的长袍,在长袍中留出一个深大的衣兜,并穿上他能找到的最宽大的半长靴,然后走进了人们引导他去的宝库。
§6.125.4ἐσπεσὼν δὲ ἐς σωρὸν ψήγματος πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ ὅσον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος τοῦ χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα, ἐξήιε ἐκ τοῦ θησαυροῦ ἕλκων μὲν μόγις τοὺς κοθόρνους, παντὶ δὲ τεῷ οἰκὼς μᾶλλον ἢ ἀνθρώπῳ·
他扑向一堆砂金,首先在双腿周围的半长靴里塞满了尽可能多的黄金,接着把整个衣兜塞满黄金,又在头发上撒满了砂金,嘴里还塞了些,然后才走出宝库。
τοῦ τό τε στόμα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο.
他勉强拖着沉重的靴子,看起来更像任何怪物而不像人,因为他的嘴被塞得满满的,全身都膨胀了起来。
§6.125.5ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε, καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἕτερα δωρέεται οὐκ ἐλάσσω ἐκείνων.
克罗伊索斯见状大笑起来,不仅把那些黄金全都赐给了他,而且还额外赏赐了不亚于那些黄金的其他礼物。
οὕτω μὲν ἐπλούτησε ἡ οἰκίη αὕτη μεγάλως, καὶ ὁ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας Ὀλυμπιάδα ἀναιρέεται.
这个家族就是这样极大地富裕起来的,而这位阿尔克美翁也正是由此得以饲养四马战车,并在奥林匹亚竞技会上赢得了胜利。

词汇与语法注释

  1. §6.125.1τὰ ἀνέκαθεν — 宾格的副词性用法,意为“自古以来”或“本来”。
  2. §6.125.2τὸν ἂν δύνηται — 关系代词 τὸν 省略了其先行词(指示代词 τοσοῦτον)。虚拟语气 δύνηται 与语气词 ἂν 结合,构成表示一般性条件的关系从句(“凡是他能够……的”)。
  3. §6.125.3προσέφερε — 动词 προσφέρω 的未完成过去时。此处作不及物(或反身)用法,意为“应对”、“着手”,与介词短语 πρὸς τὴν δωρεὴν(针对这份礼物)连用,用以表明行动的姿态。
  4. §6.125.4παντὶ δὲ τεῷ — τεῷ 是不定代词 τινί 的爱奥尼亚方言单数与格形式。完成时分词 οἰκώς(源自 ἔοικα,“像……”)支配与格,意为“更像任何别的东西,而不像人”。
  5. §6.125.5ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε — 宾格短语 ἰδόντα τὸν Κ罗伊索斯 是动词 ἐσῆλθε(主语为 γέλως“笑声”)的直接宾语。通过“笑声进入了看见(这幕)的克罗伊索斯”这一句式,来表达“克罗伊索斯见状大笑起来”。

引用这一段

希罗多德, 历史 §6.125.1-6.125.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.125.1-6.125.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。