§6.100.1Ἐρετριέες δὲ πυνθανόμενοι τὴν στρατιὴν τὴν Περσικὴν ἐπὶ σφέας ἐπιπλέουσαν Ἀθηναίων ἐδεήθησαν σφίσι βοηθοὺς γενέσθαι.
埃雷特里亚人得知波斯军队正朝他们航行而来,便请求雅典人作他们的援军。
Ἀθηναῖοι δὲ οὐκ ἀπείπαντο τὴν ἐπικουρίην, ἀλλὰ τοὺς τετρακισχιλίους τοὺς κληρουχέοντας τῶν ἱπποβοτέων Χαλκιδέων τὴν χώρην, τούτους σφι διδοῦσι τιμωρούς.
雅典人并没有拒绝援助,而是将那些在饲养马匹的卡尔基斯人的土地上拥有分配地的四千名殖民者,将这些人派给他们作为救援者。
τῶν δὲ Ἐρετριέων ἦν ἄρα οὐδὲν ὑγιὲς βούλευμα, οἳ μετεπέμποντο μὲν Ἀθηναίους, ἐφρόνεον δὲ διφασίας ἰδέας.
然而,埃雷特里亚人并没有什么健全的计划,他们虽然召来了雅典人,心里却抱着两种打算。
§6.100.2οἳ μὲν γὰρ αὐτῶν ἐβουλεύοντο ἐκλιπεῖν τὴν πόλιν ἐς τὰ ἄκρα τῆς Εὐβοίης, ἄλλοι δὲ αὐτῶν ἴδια κέρδεα προσδεκόμενοι παρὰ τοῦ Πέρσεω οἴσεσθαι προδοσίην ἐσκευάζοντο.
因为他们中的一些人正计划遗弃城市逃往尤波亚的山顶,而另一些人则企图从波斯人那里获得个人的利益,正在准备叛变。
§6.100.3μαθὼν δὲ τούτων ἑκάτερα ὡς εἶχε Αἰσχίνης ὁ Νόθωνος, ἐὼν τῶν Ἐρετριέων τὰ πρῶτα, φράξει τοῖσι ἥκουσι Ἀθηναίων πάντα τὰ παρεόντα σφι πρήγματα, προσεδέετό τε ἀπαλλάσσεσθαι σφέας ἐς τὴν σφετέρην, ἵνα μὴ προσαπόλωνται.
诺通之子埃斯基内斯是埃雷特里亚人的首要人物,他得知这两方面的计划是如何进行的,便向到来的雅典人讲明了他们面临的一切现状,并恳求他们退回到自己的国土去,以免一同灭亡。
οἱ δὲ Ἀθηναῖοι ταῦτα Αἰσχίνῃ συμβουλεύσαντι πείθονται.
雅典人顺从了埃斯基内斯的这一建议。