§6.101.1καὶ οὗτοι μὲν διαβάντες ἐς Ὠρωπὸν ἔσωζον σφέας αὐτούς· οἱ δὲ Πέρσαι πλέοντες κατέσχον τὰς νέας τῆς Ἐρετρικῆς χώρης κατὰ Τέμενος καὶ Χοιρέας καὶ Αἰγίλεα, κατασχόντες δὲ ταῦτα τὰ χωρία αὐτίκα ἵππους τε ἐξεβάλλοντο καὶ παρεσκευάζοντο ὡς προσοισόμενοι τοῖσι ἐχθροῖσι.
而这些人渡海前往奥罗波斯,确保了自己的安全;而波斯人继续航行,在特梅诺斯、霍伊雷阿、艾吉莱阿附近的埃雷特里亚领地让船只靠岸,并在占领这些地方后,立即将马匹卸下陆地,准备向敌人发起进攻。
§6.101.2οἱ δὲ Ἐρετριέες ἐπεξελθεῖν μὲν καὶ μαχέσασθαι οὐκ ἐποιεῦντο βουλήν, εἴ κως δὲ διαφυλάξαιεν τὰ τείχεα, τούτου σφι πέρι ἔμελε, ἐπείτε ἐνίκα μὴ ἐκλιπεῖν τὴν πόλιν.
而埃雷特里亚人则没有做出出城迎击和交战的决定,只是关心能否设法守住城墙,因为不遗弃城市的意见占了上风。
προσβολῆς δὲ γινομένης καρτερῆς πρὸς τὸ τεῖχος ἔπιπτον ἐπὶ ἓξ ἡμέρας πολλοὶ μὲν ἀμφοτέρων· τῇ δὲ ἑβδόμῃ Εὔφορβός τε ὁ Ἀλκιμάχου καὶ Φίλαγρος ὁ Κυνέου ἄνδρες τῶν ἀστῶν δόκιμοι προδιδοῦσι τοῖσι Πέρσῃσι.
随着对城墙发起猛烈的进攻,双方在六天内有许多人战死;但在第七天,阿尔基马科斯之子欧福尔博斯和屈内亚斯之子菲拉格罗斯这两位市民中的显贵,向波斯人出卖了城市。
§6.101.3οἳ δὲ ἐσελθόντες ἐς τὴν πόλιν τοῦτο μὲν τὰ ἱρὰ συλήσαντες ἐνέπρησαν, ἀποτινύμενοι τῶν ἐν Σάρδισι κατακαυθέντων ἱρῶν, τοῦτο δὲ τοὺς ἀνθρώπους ἠνδραποδίσαντο κατὰ τὰς Δαρείου ἐντολάς.
他们进入城市后,一方面掠夺并烧毁了神庙,以此报复在萨尔迪斯被烧毁的神庙,另一方面则按照大流士的命令将人们奴役。