§5.95.1πολεμεόντων δὲ σφέων παντοῖα καὶ ἄλλα ἐγένετο ἐν τῇσι μάχῃσι, ἐν δὲ δὴ καὶ Ἀλκαῖος ὁ ποιητὴς συμβολῆς γενομένης καὶ νικώντων Ἀθηναίων αὐτὸς μὲν φεύγων ἐκφεύγει, τὰ δέ οἱ ὅπλα ἴσχουσι Ἀθηναῖοι, καί σφεα ἀνεκρέμασαν πρὸς τὸ Ἀθήναιον τὸ ἐν Σιγείῳ.
在他们进行战争期间,战斗中还发生了其他各种事情,其中特别值得一说的是,当一次交战发生且雅典人获胜时,诗人阿尔凯奥斯本人虽通过逃跑得以脱身,但雅典人缴获了他的武器,并将其悬挂在西盖翁的雅典娜神庙里。
§5.95.2ταῦτα δὲ Ἀλκαῖος ἐν μέλεϊ ποιήσας ἐπιτιθεῖ ἐς Μυτιλήνην, ἐξαγγελλόμενος τὸ ἑωυτοῦ πάθος Μελανίππῳ ἀνδρὶ ἑταίρῳ.
阿尔凯奥斯将这些事情写成诗歌送往米蒂利尼,向他的朋友梅拉尼普斯诉说自己的遭遇。
Μυτιληναίους δὲ καὶ Ἀθηναίους κατήλλαξε Περίανδρος ὁ Κυψέλου· τούτῳ γὰρ διαιτητῇ ἐπετράποντο· κατήλλαξε δὲ ὧδε, νέμεσθαι ἑκατέρους τὴν ἔχουσι.
后来,克普塞洛斯之子培里安德调停了米蒂利尼人和雅典人,因为他们委托他作为仲裁人;他以下述方式使他们和解:双方各自保留其当时所占有的土地。