§5.94.1οὕτω μὲν τοῦτο ἐπαύσθη.
就这样,这次企图被平息了。
Ἱππίῃ δὲ ἐνθεῦτεν ἀπελαυνομένῳ ἐδίδου μὲν Ἀμύντης ὁ Μακεδόνων βασιλεὺς Ἀνθεμοῦντα, ἐδίδοσαν δὲ Θεσσαλοὶ Ἰωλκόν.
当希庇亚斯离开该地时,马其顿国王阿明塔斯向他提供安特穆斯,色萨利人则向他提供约尔科斯。
ὁ δὲ τούτων μὲν οὐδέτερα αἱρέετο, ἀνεχώρεε δὲ ὀπίσω ἐς Σίγειον, τὸ εἷλε Πεισίστρατος αἰχμῇ παρὰ Μυτιληναίων, κρατήσας δὲ αὐτοῦ κατέστησε τύραννον εἶναι παῖδα τὸν ἑωυτοῦ νόθον Ἡγησίστρατον, γεγονότα ἐξ Ἀργείης γυναικός, ὃς οὐκ ἀμαχητὶ εἶχε τὰ παρέλαβε παρὰ Πεισιστράτου.
然而,他这两处都没有接受,而是退回到了西盖翁。 那是裴西斯特拉托斯当年通过武力从米蒂利尼人手中夺取的地方;在控制了该地之后,他立了自己与阿尔戈斯女子所生的庶子赫格西斯特拉托斯为僭主。 而赫格西斯特拉托斯并非没有经过战斗就保住了他从裴西斯特拉托斯那里继承的领地。
§5.94.2ἐπολέμεον γὰρ ἔκ τε Ἀχιλληίου πόλιος ὁρμώμενοι καὶ Σιγείου ἐπὶ χρόνον συχνὸν Μυτιληναῖοί τε καὶ Ἀθηναῖοι, οἳ μὲν ἀπαιτέοντες τὴν χώρην, Ἀθηναῖοι δὲ οὔτε συγγινωσκόμενοι ἀποδεικνύντες τε λόγῳ οὐδὲν μᾶλλον Αἰολεῦσι μετεὸν τῆς Ἰλιάδος χώρης ἢ οὐ καὶ σφίσι καὶ τοῖσι ἄλλοισι, ὅσοι Ἑλλήνων συνεπρήξαντο Μενέλεῳ τὰς Ἑλένης ἁρπαγάς.
因为米蒂利尼人和雅典人分别以阿基莱翁城和西盖翁为据点,进行了长期的战争。 前者要求归还土地,而雅典人则既不承认这一要求,又在辩论中指出,埃奥利斯人对伊利昂土地的权利,并不比他们自己以及其他所有在海伦被劫事件中协助梅内劳斯的希腊人更多。