§5.96.1Σίγειον μέν νυν οὕτω ἐγένετο ὑπʼ Ἀθηναίοισι.
这样,西盖翁便归于雅典人的统治之下。
Ἱππίης δὲ ἐπείτε ἀπίκετο ἐκ τῆς Λακεδαίμονος ἐς τὴν Ἀσίην, πᾶν χρῆμα ἐκίνεε, διαβάλλων τε τοὺς Ἀθηναίους πρὸς τὸν Ἀρταφρένεα καὶ ποιέων ἅπαντα ὅκως αἱ Ἀθῆναι γενοίατο ὑπʼ ἑωυτῷ τε καὶ Δαρείῳ.
另一方面,希皮亚斯从拉刻代蒙到达亚细亚后,极力施展各种手段,在阿尔塔弗雷内斯面前中伤雅典人,并百般谋划,力图使雅典归于他和大流士的统治之下。
§5.96.2Ἱππίης τε δὴ ταῦτα ἔπρησσε, καὶ οἱ Ἀθηναῖοι πυθόμενοι ταῦτα πέμπουσι ἐς Σάρδις ἀγγέλους, οὐκ ἐῶντες τοὺς Πέρσας πείθεσθαι Ἀθηναίων τοῖσι φυγάσι.
就在希皮亚斯忙于这些勾当的时候,雅典人得知了此事,派使者前往萨迪斯,请求波斯人不要听信雅典亡命之徒的话。
ὁ δὲ Ἀρταφρένης ἐκέλευε σφέας, εἰ βουλοίατο σόοι εἶναι, καταδέκεσθαι ὀπίσω Ἱππίην.
然而,阿尔塔弗雷内斯却命令他们,如果他们想要安全无恙,就必须迎回希皮亚斯。
οὔκων δὴ ἐνεδέκοντο τοὺς λόγους ἀποφερομένους οἱ Ἀθηναῖοι· οὐκ ἐνδεκομένοισι δέ σφι ἐδέδοκτο ἐκ τοῦ φανεροῦ τοῖσι Πέρσῃσι πολεμίους εἶναι.
雅典人决不接受带回来的这番话;由于他们不愿接受,他们便决意公开与波斯人为敌。