Humanitext Reader

希罗多德 · 历史 §5.91.1-5.91.3

斯巴达召回希皮亚斯并向盟邦提议

第 860 段,共 1577 段 · 希腊语

内容简介

斯巴达人担心自由的雅典会变得过于强大且不再顺从,便召回了此前被驱逐的独裁者希皮亚斯。他们召集盟邦使者,承认过去驱逐他的决定是错误的,并提议共同远征以恢复希皮亚斯在雅典的统治。

§5.91.1τότε δὲ ὡς ἀνέλαβον οἱ Λακεδαιμόνιοι τοὺς χρησμοὺς καὶ τοὺς Ἀθηναίους ὥρων αὐξομένους καὶ οὐδαμῶς ἑτοίμους ἐόντας πείθεσθαι σφίσι, νόῳ λαβόντες ὡς ἐλεύθερον μὲν ἐὸν τὸ γένος τὸ Ἀττικὸν ἰσόρροπον ἂν τῷ ἑωυτῶν γίνοιτο, κατεχόμενον δὲ ὑπὸ τυραννίδος ἀσθενὲς καὶ πειθαρχέεσθαι ἕτοιμον·
当时,拉刻代蒙人收回了这些预言,并且看到雅典人势力正盛,绝无顺从他们的意愿,便在心中领会到:阿提卡民族如果处于自由状态,就会变得与他们并驾齐驱;但若被独裁统治所压制,就会变得软弱且易于顺从。
μαθόντες δὲ τούτων ἕκαστα μετεπέμποντο Ἱππίην τὸν Πεισιστράτου ἀπὸ Σιγείου τοῦ ἐν Ἑλλησπόντῳ ἐς ὃ καταφεύγουσι οἱ Πεισιστρατίδαι.
在明了这些情况后,他们便把佩西斯特拉托斯之子希皮亚斯,从佩西斯特拉托斯家族逃亡避难的赫勒斯滂的锡盖翁召了回来。
§5.91.2ἐπείτε δέ σφι Ἱππίης καλεόμενος ἧκε, μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε. ἄνδρες σύμμαχοι, συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς·
当希皮亚斯应召来到他们那里时,斯巴达人也召集了其他盟邦的使者,对他们发表了如下讲话: “盟友们,我们向自己承认,我们此前行事不当。
ἐπαερθέντες γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας, τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν, καὶ ἔπειτα ποιήσαντες ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν·
因为我们受到虚假神谕的鼓动,将那些身为我们极亲密客友、并承诺将雅典置于我们控制之下的人驱逐出了家园,而在此之后,我们却将这座城市交托给了一个忘恩负义的平民政权。
ὃς ἐπείτε διʼ ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε, ἡμέας μὲν καὶ τὸν βασιλέα ἡμέων περιυβρίσας ἐξέβαλε, δόξαν δὲ φύσας αὐξάνεται, ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ καὶ Χαλκιδέες, τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών.
这个平民在因我们而获得自由后抬起头来,肆意侮辱并驱逐了我们和我们的国王,并且因自大而势力日增,以至于他们的邻居——首先是波奥蒂亚人和卡尔基斯人——已经深知其害,而其他人或许不久也会因犯下错误而自食其果。
§5.91.3ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν, νῦν πειρησόμεθα σφέας ἅμα ὑμῖν ἀπικόμενοι τίσασθαι·
既然我们因做那些事而犯了错,现在我们就要尝试与你们一同前往,对他们施以报复。
αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων, ἵνα κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ ἐσαγαγόντες αὐτὸν ἐς τὰς Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα.
正是为了这个目的,我们才将这里的希皮亚斯以及你们从各个城邦召集来,以便通过共同的商议和共同的远征,将他送回雅典,并归还我们夺走的东西。 ”

词汇与语法注释

  1. 5.91.1ἐλεύθερον μὲν ἐὸν ... ἰσόρροπον ἂν ... γίνοιτο — 分词 ἐὸν(相当于雅典方言的 ὄν)用作条件状语(“如果是自由的”),与主句的祈愿式加 ἄν(ἰσόρροπον ἂν ... γίνοιτο)一同构成间接引语中的潜能或虚拟条件句。
  2. 5.91.2συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς — 动词 συγγινώσκω 在此与反身代词与格 αὐτοῖσι ἡμῖν 及与其一致的分词 ποιήσασι(由 οὐ 否定)连用,表示“向自己承认/坦白自己做错了事”。
  3. 5.91.2ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας — 分词 ἀναδεκομένους(伊奥尼亚方言,相当于 ἀναδεχομένους)意为“承诺/承担”,后接将来时不定式短语 ὑποχειρίας παρέξειν τὰς Ἀθήνας。ὑποχειρίας 是形容词 ὑποχείρι号(在手下的、屈服的)的阴性复数宾格,在此作 τὰς Ἀθήνας 的宾语补足语。
  4. 5.91.2ἐκμαθήσεται ἁμαρτών — 不定过去时分词 ἁμαρτών(犯错)修饰将来时主动词 ἐκμαθήσεται(将彻底明白),表示方式、手段或条件(“通过犯错”或“如果犯了错,就会吸取教训”)。
  5. 5.91.3τὰ καὶ ἀπειλόμεθα — 关系代词 τὰ 自身含有先行词(相当于 ταῦτα ἅ),意为“……的东西”。ἀπειλόμεθα 是 ἀφαιρέομαι(夺取、剥夺)的第一人称复数不定过去时中间体 ἀφειλόμεθα 的伊奥尼亚方言形式。καί 起强调作用(“确实”、“也”)。

引用这一段

希罗多德, 历史 §5.91.1-5.91.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.91.1-5.91.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。