§5.91.1τότε δὲ ὡς ἀνέλαβον οἱ Λακεδαιμόνιοι τοὺς χρησμοὺς καὶ τοὺς Ἀθηναίους ὥρων αὐξομένους καὶ οὐδαμῶς ἑτοίμους ἐόντας πείθεσθαι σφίσι, νόῳ λαβόντες ὡς ἐλεύθερον μὲν ἐὸν τὸ γένος τὸ Ἀττικὸν ἰσόρροπον ἂν τῷ ἑωυτῶν γίνοιτο, κατεχόμενον δὲ ὑπὸ τυραννίδος ἀσθενὲς καὶ πειθαρχέεσθαι ἕτοιμον·
そのとき、ラケダイモン人たちは神託を回収し、アテナイ人が勢力を増しており、自分たちに服従する用意が全くないのを見て、アッティカの民はもし自由であれば自分たちと対等の力を持つようになるが、僭主政治のもとで抑圧されていれば、弱体化して服従しやすくなるということを悟った。
μαθόντες δὲ τούτων ἕκαστα μετεπέμποντο Ἱππίην τὸν Πεισιστράτου ἀπὸ Σιγείου τοῦ ἐν Ἑλλησπόντῳ ἐς ὃ καταφεύγουσι οἱ Πεισιστρατίδαι.
これらのことを一つひとつ理解した彼らは、ペイシストラトスの息子ヒッピアスを、ペイシストラトス一族が亡命先としていたヘレスポントスのシゲイオンから召喚した。
§5.91.2ἐπείτε δέ σφι Ἱππίης καλεόμενος ἧκε, μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε.
召喚されたヒッピアスが彼らのもとに到着すると、スパルタ人は他の同盟諸邦からも使節を呼び寄せ、彼らに次のように語った。
ἄνδρες σύμμαχοι, συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς·
「同盟諸邦の諸君、我々は自分たちが正しく行動しなかったことを自ら認める。
ἐπαερθέντες γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας, τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν, καὶ ἔπειτα ποιήσαντες ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν·
というのも、我々は偽りの神託に唆され、我々にとってこの上ない客友であり、アテナイを我々の支配下に置くことを引き受けてくれていた人々をその祖国から追放してしまい、そうした上で、この都市を恩知らずな民衆に引き渡してしまったからである。
ὃς ἐπείτε διʼ ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε, ἡμέας μὲν καὶ τὸν βασιλέα ἡμέων περιυβρίσας ἐξέβαλε, δόξαν δὲ φύσας αὐξάνεται, ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ καὶ Χαλκιδέες, τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών.
この民衆は、我々によって自由の身にされると頭をもたげ、我々と我々の王を侮録して追放し、傲慢さを募らせて勢力を伸ばしている。 そのため、彼らの近隣にいるボイオティア人やカルキス人が何よりもそれを身に染みて知るようになったが、やがて他の者もまた、過ちを犯すことで思い知ることになるであろう。
§5.91.3ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν, νῦν πειρησόμεθα σφέας ἅμα ὑμῖν ἀπικόμενοι τίσασθαι·
我々はあのような行動をして過ちを犯したが、今は諸君と共にアテナイに赴き、彼らに報復することを試みよう。
αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων, ἵνα κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ ἐσαγαγόντες αὐτὸν ἐς τὰς Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα.
まさにこのためにこそ、我々はここにいるヒッピアスと、諸邦から諸君を召喚したのである。 それは、共通の合意と共通の軍勢をもって彼をアテナイに導き入れ、我々が奪い取ったものを彼に返還するためである。 」