§5.9.1τὸ δὲ πρὸς βορέω τῆς χώρης ἔτι ταύτης οὐδεὶς ἔχει φράσαι τὸ ἀτρεκὲς οἵτινες εἰσὶ ἄνθρωποι οἰκέοντες αὐτήν, ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα καὶ ἄπειρος.
至于该地区以北的地方,无人能够确切说明居住在那里的究竟是些什么人;相反,伊斯特河彼岸的土地似乎已是荒无人烟、无边无际。
μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας, ἐσθῆτι δὲ χρεωμένους Μηδικῇ·
但我能打听到的、居住在伊斯特河彼岸的唯一人群,是那些被称为西昆尼人的人,他们穿着米底式的服饰。
§5.9.2τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν, μικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν, ζευγνυμένους δὲ ὑπʼ ἅρματα εἶναι ὀξυτάτους· ἁρματηλατέειν δὲ πρὸς ταῦτα τοὺς ἐπιχωρίους.
据说他们的马浑身长满长毛,毛深达五指;这些马体型矮小、塌鼻,无法驮人,但若套上战车则奔跑极快,因此当地人驾驭战车。
κατήκειν δὲ τούτων τοὺς οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ.
据说这些人的疆界一直延伸到亚得里亚海的埃内蒂人附近。
§5.9.3εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι.
他们自称是米底人的殖民者。
ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι, ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι, γένοιτο δʼ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ.
至于他们是如何成为米底人殖民者的,我自己无法解释,但在漫长的岁月中,任何事情都可能发生。
Σιγύννας δʼ ὦν καλέουσι Δίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους, Κύπριοι δὲ τὰ δόρατα.
无论如何,居住在马萨利亚上游内陆的利古里亚人将小商贩称为“西昆尼”,而塞浦路斯人则用这个词来指称矛。