§5.9.1τὸ δὲ πρὸς βορέω τῆς χώρης ἔτι ταύτης οὐδεὶς ἔχει φράσαι τὸ ἀτρεκὲς οἵτινες εἰσὶ ἄνθρωποι οἰκέοντες αὐτήν, ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα καὶ ἄπειρος.
この地域のさらに北については、そこにいかなる人々が住んでいるのか、誰も正確に告げることができない。 ただ、イストロス川のすでに彼方の地は、無人の、果てしない地域であるように思われる。
μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας, ἐσθῆτι δὲ χρεωμένους Μηδικῇ·
しかし、イストロス川の彼方に住んでいる人々として私が聞き知ることができたのは、シギュンナイという名を持ち、メディア風の衣服をまとっている人々だけである。
§5.9.2τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν, μικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν, ζευγνυμένους δὲ ὑπʼ ἅρματα εἶναι ὀξυτάτους·
彼らの馬は、体全体が毛深く、その毛の深さは五指幅に及ぶ。 また、小柄で、鼻がつぶれており、人を乗せる力はないが、戦車に繋がれると非常に速い。
ἁρματηλατέειν δὲ πρὸς ταῦτα τοὺς ἐπιχωρίους.
このために現地の人は戦車を駆るのだという。
κατήκειν δὲ τούτων τοὺς οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ.
また、彼らの領土の境界は、アドリア海沿岸のエネトイ人の近くまで達している。
§5.9.3εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι.
そして彼らは自らをメディア人の入植者であると言っている。
ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι, ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι, γένοιτο δʼ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ.
しかし、どのようにして彼らがメディア人の入植者となったのか、私には説明がつかない。 だが、長い歳月のうちには何事も起こり得るものである。
Σιγύννας δʼ ὦν καλέουσι Δίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους, Κύπριοι δὲ τὰ δόρατα.
ともあれ、マッサリアの奥地に住むリギュス人は小商人のことをシギュンナイと呼び、キプロス人は槍のことをそう呼んでいる。