§5.10.1ὡς δὲ Θρήικες λέγουσι, μέλισσαι κατέχουσι τὰ πέρην τοῦ Ἴστρου, καὶ ὑπὸ τουτέων οὐκ εἶναι διελθεῖν τὸ προσωτέρω.
据色雷斯人所说,蜜蜂占领了伊斯特河彼岸的土地,由于它们的存在,人们无法再往前走。
ἐμοὶ μέν νυν ταῦτα λέγοντες δοκέουσι λέγειν οὐκ οἰκότα· τὰ γὰρ ζῷα ταῦτα φαίνεται εἶναι δύσριγα·
但在我看来,说这话的人似乎说得不合情理;因为这些生物似乎非常怕冷。
ἀλλά μοι τὰ ὑπὸ τὴν ἄρκτον ἀοίκητα δοκέει εἶναι διὰ τὰ ψύχεα.
相反,在我看来,北极星下的区域之所以无人居住,是因为寒冷的缘故。
ταῦτα μέν νυν τῆς χώρης ταύτης πέρι λέγεται· τὰ παραθαλάσσια δʼ ὦν αὐτῆς Μεγάβαζος Περσέων κατήκοα ἐποίεε.
关于这个地区,人们目前就流传着这些说法;但无论如何,迈加巴佐斯已将该地的沿海区域置于波斯人的统治之下。