§5.88.1ἔστι δὲ ἀληθέι λόγῳ χρεωμένοισι οὐκ Ἰὰς αὕτη ἡ ἐσθὴς τὸ παλαιὸν ἀλλὰ Κάειρα, ἐπεὶ ἥ γε Ἑλληνικὴ ἐσθὴς πᾶσα ἡ ἀρχαίη τῶν γυναικῶν ἡ αὐτὴ ἦν τὴν νῦν Δωρίδα καλέομεν.
然而,实事求是地说,这种服装在古代并非伊奥尼亚式,而是卡里亚式。 因为古代希腊女性的所有服装,都与我们现在所称的多利斯式相同。
§5.88.2τοῖσι δὲ Ἀργείοισι καὶ τοῖσι Αἰγινήτῃσι καὶ πρὸς ταῦτα ἔτι τόδε ποιῆσαι νόμον εἶναι παρὰ σφίσι ἑκατέροισι τὰς περόνας ἡμιολίας ποιέεσθαι τοῦ τότε κατεστεῶτος μέτρου, καὶ ἐς τὸ ἱρὸν τῶν θεῶν τουτέων περόνας μάλιστα ἀνατιθέναι τὰς γυναῖκας, Ἀττικὸν δὲ μήτε τι ἄλλο προσφέρειν πρὸς τὸ ἱρὸν μήτε κέραμον, ἀλλʼ ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν.
另一方面,对于阿尔戈斯人和埃癸娜人来说,除了这些之外,在他们各自的邦国中还定下了如下规矩:将别针的尺寸制成比当时规定尺寸大一半的大小;女人们特别要向这些女神的神殿奉献别针;不准将任何阿提卡制造的物品(甚至包括陶器)带入神殿,而是规定今后在神殿中只能用本地生产的小陶杯饮酒。