Humanitext Reader

希罗多德 · 历史 §5.89.1-5.89.3

德尔斐关于埃癸娜的神谕与雅典人的反应

第 858 段,共 1577 段 · 希腊语

内容简介

叙述了阿尔戈斯与埃癸娜妇女佩戴更大别针的原因及雅典人敌意的起因,并记载了德尔斐向雅典人下达克制三十年的神谕,以及因无法容忍侵害而未遵守克制期限的雅典人反应。

§5.89.1Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκες ἐκ τόσου κατʼ ἔριν τὴν Ἀθηναίων περόνας ἔτι καὶ ἐς ἐμὲ ἐφόρεον μέζονας ἢ πρὸ τοῦ, τῆς δὲ ἔχθρης τῆς πρὸς Αἰγινήτας ἐξ Ἀθηναίων γενομένης ἀρχὴ κατὰ τὰ εἴρηται ἐγένετο.
因此,出于与雅典人的对抗心理,阿尔戈斯和埃癸娜的妇女们自那时起,直到我那个时代,依然佩戴着比以前更大的别针;而雅典人对埃癸娜人产生敌意的起因,正是如前文所述。
τότε δὲ Θηβαίων ἐπικαλεομένων, προθύμως τῶν περὶ τὰ ἀγάλματα γενομένων ἀναμιμνησκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖσι Βοιωτοῖσι.
当时,当忒拜人请求援助时,埃癸娜人热切地回想起关于那些雕像的事情,便去援助波奥提亚人。
§5.89.2Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια, καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπʼ Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν, ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα, τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου, καί σφι χωρήσειν τὰ βούλονται·
于是,埃癸娜人劫掠了阿提卡的沿海地区。 当雅典人急于出兵讨伐埃癸娜人时,从德尔斐传来了一则神谕,要他们对于埃癸娜人的不义行为克制三十年,在第三十一年为埃阿科斯划分出一块圣域,然后再开始对埃癸娜人的战争,这样事情就会如他们所愿。
ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται, πολλὰ μὲν σφέας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι πολλὰ δὲ καὶ ποιήσειν, τέλος μέντοι καταστρέψεσθαι.
但如果他们立即出征,他们在此期间将会遭受许多苦难,但也同样会给敌人带来许多苦难,不过最终他们还是会征服对方。
§5.89.3ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Ἀθηναῖοι, τῷ μὲν Αἰακῷ τέμενος ἀπέδεξαν τοῦτο τὸ νῦν ἐπὶ τῆς ἀγορῆς ἵδρυται, τριήκοντα δὲ ἔτεα οὐκ ἀνέσχοντο ἀκούσαντες ὅκως χρεὸν εἴη ἐπισχεῖν πεπονθότας ὑπʼ Αἰγινητέων ἀνάρσια.
雅典人听到了带回来的这则神谕后,一方面为埃阿科斯划分了现在位于广场上的那块圣域,但另一方面,在听到应当克制三十年的神谕时,他们无法忍受,因为他们正遭受着来自埃癸娜人的无礼侵害。

词汇与语法注释

  1. 5.89.1κατʼ ἔριν τὴν Ἀθηναίων — 属格 `τὴν Ἀθηναίων` 是宾格性属格(objective genitive),意为“针对雅典人”的对抗心或敌意。
  2. 5.89.2ἐπισχόντας — 宾格复数分词 `ἐπισχόντας`(以及 `ἀποδέξαντας`)虽然在语义上指代主句中的与格 `Ἀθηναίοισι`,但在间接引语中作为不定式 `ἄρχεσθαι` 的逻辑主语,因而采用了宾格形式。
  3. 5.89.3πεπονθότας — 宾格完美时态分词 `πεπονθότας` 指代雅典人自身,用作不定式 `ἐπισχεῖν` 的逻辑主语(或与 `οὐκ ἀνέσχοντο` 连用的补充分词),表示“在遭受了埃癸娜人无礼侵害”的现实境况下。

引用这一段

希罗多德, 历史 §5.89.1-5.89.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.89.1-5.89.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。