Humanitext Reader

希罗多德 · 历史 §5.87.1-5.87.3

雅典唯一幸存者的下场与妇女服饰改革

第 856 段,共 1577 段 · 希腊语

内容简介

叙述了远征中唯一的雅典幸存者回国后被战死者的妻子们用别针刺死,以及雅典人随后将女性服装改为无需别针的伊奥尼亚式的由来。

§5.87.1λέγεται μέν νυν ὑπʼ Ἀργείων τε καὶ Αἰγινητέων τάδε, ὁμολογέεται δὲ καὶ ὑπʼ Ἀθηναίων ἕνα μοῦνον τὸν ἀποσωθέντα αὐτῶν ἐς τὴν Ἀττικὴν γενέσθαι·
且说,阿尔戈斯人和埃癸娜人是这样说的,而雅典人方面也承认,他们当中只有一个人安全回到了阿提卡。
§5.87.2πλὴν Ἀργεῖοι μὲν λέγουσι αὐτῶν τὸ Ἀττικὸν στρατόπεδον διαφθειράντων τὸν ἕνα τοῦτον περιγενέσθαι, Ἀθηναῖοι δὲ τοῦ δαιμονίου·
只是,阿尔戈斯人说,是在他们自己消灭了阿提卡军队时,这唯一的一人得以幸存;而雅典人则说,这是由于神的力量。
περιγενέσθαι μέντοι οὐδὲ τοῦτον τὸν ἕνα, ἀλλʼ ἀπολέσθαι τρόπῳ τοιῷδε. κομισθεὶς ἄρα ἐς τὰς Ἀθήνας ἀπήγγελλε τὸ πάθος· πυθομένας δὲ τὰς γυναῖκας τῶν ἐπʼ Αἴγιναν στρατευσαμένων ἀνδρῶν, δεινόν τι ποιησαμένας κεῖνον μοῦνον ἐξ ἁπάντων σωθῆναι, πέριξ τὸν ἄνθρωπον τοῦτον λαβούσας καὶ κεντεύσας τῇσι περόνῃσι τῶν ἱματίων εἰρωτᾶν ἑκάστην αὐτέων ὅκου εἴη ὁ ἑωυτῆς ἀνήρ.
然而,甚至这仅存的一人也没能活下来,而是以如下方式丧命:他回到雅典后报告了这一惨剧;那些远征埃癸娜的男人们的妻子们,得知此事后,认为在所有人当中唯独他一人幸存是一件不可容忍的事,便将这个男人团团围住,用她们衣服上的别针刺他,每个人都盘问他自己的丈夫在何处。
§5.87.3καὶ τοῦτον μὲν οὕτω διαφθαρῆναι, Ἀθηναίοισι δὲ ἔτι τοῦ πάθεος δεινότερόν τι δόξαι εἶναι τὸ τῶν γυναικῶν ἔργον.
据说,这个男人就是这样被杀死的,而对雅典人来说,女人们的这一行径似乎比那场灾难本身还要可怕。
ἄλλῳ μὲν δὴ οὐκ ἔχειν ὅτεῳ ζημιώσωσι τὰς γυναῖκας, τὴν δὲ ἐσθῆτα μετέβαλον αὐτέων ἐς τὴν Ἰάδα·
由于他们没有其他手段来惩罚这些女人,便将她们的服装改为了伊奥尼亚式。
ἐφόρεον γὰρ δὴ πρὸ τοῦ αἱ τῶν Ἀθηναίων γυναῖκες ἐσθῆτα Δωρίδα, τῇ Κορινθίῃ παραπλησιωτάτην·
因为在此之前,雅典的妇人们穿的是多利斯式服装,与科林斯式的极为相似。
μετέβαλον ὦν ἐς τὸν λίνεον κιθῶνα, ἵνα δὴ περόνῃσι μὴ χρέωνται.
于是,她们改穿亚麻布的吉同,好让她们不再使用别针。

词汇与语法注释

  1. 5.87.2τοῦ δαιμονίου — 意为“神之力量”的属格。它可以被解释为省略分词的属格独立(如省略了 διαφθειράντος,以对应前句的分词 διαφθειράντων),意为“由于神力毁灭了军队”;或者作为原因属格,意为“因为神的力量”。无论哪种解释,都体现了雅典人将全军覆没归咎于超自然力量(如前文所述的雷电与地震)的观点。
  2. 5.87.2εἰρωτᾶν — 此不定式(盘问)并非历史不定式,而是作为间接引语的一部分,依赖于上下文省去的主句动词 λέγουσι(他们说),其逻辑主语为对格的 τὰς γυναῖκας(妇女们)。随后的不定式 διαφθαρῆναι、δόξαι 和 ἔχειν 也同样作为间接引语不定式起作用,希罗多德一直保持这种传闻语气,直到在 μετέβαλον 处转换回直陈过去式。
  3. 5.87.3οὐκ ἔχειν ὅτεῳ ζημιώσωσι — οὐκ ἔχειν(没有手段)是间接引语的不定式。随后的与格关系代词 ὅτεῳ 与虚拟语气 ζημιώσωσι(惩罚)相结合,起到了目的关系从句(或疑问性虚拟语气的关系从句)的作用,意为“没有其他可以用来惩罚妇女们的手段”。

引用这一段

希罗多德, 历史 §5.87.1-5.87.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.87.1-5.87.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。