§5.82.1ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε.
埃癸娜人对雅典人长久以来所抱持的敌意,起初是由于以下原因产生的。
Ἐπιδαυρίοισι ἡ γῆ καρπὸν οὐδένα ἀνεδίδου.
对于埃皮达夫鲁斯人而言,土地不产任何庄稼。
περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι·
因此,埃皮达夫鲁斯人就这一灾祸在德尔斐请求神谕。
ἡ δὲ Πυθίη σφέας ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι.
皮提娅命令他们建立达米娅和奥克塞西亚的神像,并称如果他们建立了神像,情况就会大为好转。
§5.82.2ἐπειρώτεον ὦν οἱ Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου· ἡ δὲ Πυθίη οὐδέτερα τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρης ἐλαίης.
于是埃皮达夫鲁斯人进一步询问,这些神像应当用青铜制作还是用石头制作;但皮提娅不许使用这两种材料,而命他们用栽培的橄榄木制作。
ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι δοῦναι ταμέσθαι, ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι.
因此,埃皮达夫鲁斯人请求雅典人允许他们砍伐一些橄榄木,因为他们认为雅典的橄榄树是最神圣的。
λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον ἐκεῖνον ἢ ἐν Ἀθήνῃσι.
据说在那个时期,除了在雅典,大地上其他任何地方都没有橄榄树。
§5.82.3οἳ δὲ ἐπὶ τοῖσιδε δώσειν ἔφασαν ἐπʼ ᾧ ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέι.
雅典人说他们愿意提供,但要以如下为条件:即每年要向雅典娜·波利亚斯和埃雷赫修斯送去祭品。
καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο.
埃皮达夫鲁斯人同意了这些条件,便得到了他们所请求的木材,并用这些橄榄木制作了神像并加以建立;于是他们的土地便结出了果实,他们也履行了与雅典人达成的协议。