§5.78.1Ἀθηναῖοι μέν νυν ηὔξηντο.
于是雅典人的势力壮大起来。
δηλοῖ δὲ οὐ κατʼ ἓν μοῦνον ἀλλὰ πανταχῇ ἡ ἰσηγορίη ὡς ἔστι χρῆμα σπουδαῖον, εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν σφέας περιοικεόντων ἦσαν τὰ πολέμια ἀμείνους, ἀπαλλαχθέντες δὲ τυράννων μακρῷ πρῶτοι ἐγένοντο.
这不仅在一个例子上,而是在所有地方都表明,言论平等是一件极有价值的事;因为雅典人在受僭主统治时,在战争中并不比周围的任何邻人强,但一旦摆脱了僭主,他们便远远成为了第一。
δηλοῖ ὦν ταῦτα ὅτι κατεχόμενοι μὲν ἐθελοκάκεον ὡς δεσπότῃ ἐργαζόμενοι, ἐλευθερωθέντων δὲ αὐτὸς ἕκαστος ἑωυτῷ προεθυμέετο κατεργάζεσθαι.
因此,这表明:在受到压制时,他们就像为主人工作一样故意不尽力,而一旦获得自由,每个人都渴望为自己去成就功业。