Humanitext Reader

希罗多德 · 历史 §5.77.1-5.77.4

雅典人的双重胜利与献纳青铜战车

第 846 段,共 1577 段 · 希腊语

内容简介

雅典人首先击败了前来援助哈尔基斯人的玻俄提亚人,并于同日渡海击败哈尔基斯人,在其土地上安置了殖民者。战后,他们用赎金的十分之一制作了一辆青铜战车献纳于卫城。

§5.77.1διαλυθέντος ὦν τοῦ στόλου τούτου ἀκλεῶς, ἐνθαῦτα Ἀθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα στρατηίην ποιεῦνται ἐπὶ Χαλκιδέας.
这支远征军如此不名誉地解散后,雅典人渴望复仇,首先对哈尔基斯人发动了远征。
Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον.
而玻俄提亚人为了救援哈尔基斯人,赶到了尤里普斯。
Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς Βοιωτοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν.
雅典人看见玻俄提亚人,便决定先攻击玻俄提亚人,然后再攻击哈尔基斯人。
§5.77.2συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι οἱ Ἀθηναῖοι καὶ πολλῷ ἐκράτησαν, κάρτα δὲ πολλοὺς φονεύσαντες ἑπτακοσίους αὐτῶν ἐζώγρησαν.
于是雅典人与玻俄提亚人交战,大获全胜,在杀死了极多人之后,俘虏了其中的七百人。
τῆς δὲ αὐτῆς ταύτης ἡμέρης οἱ Ἀθηναῖοι διαβάντες ἐς τὴν Εὔβοιαν συμβάλλουσι καὶ τοῖσι Χαλκιδεῦσι, νικήσαντες δὲ καὶ τούτους τετρακισχιλίους κληρούχους ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ λείπουσι.
就在同一天,雅典人渡海来到优波亚,也与哈尔基斯人交战,在击败他们之后,在“养马者”的土地上留下了四千名殖民者(克勒鲁科斯)。
οἱ δὲ ἱπποβόται ἐκαλέοντο οἱ παχέες τῶν Χαλκιδέων.
“养马者”是对哈尔基斯人中富裕者的称呼。
§5.77.3ὅσους δὲ καὶ τούτων ἐζώγρησαν, ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι εἶχον ἐν φυλακῇ ἐς πέδας δήσαντες· χρόνῳ δὲ ἔλυσαν σφέας δίμνεως ἀποτιμησάμενοι.
对于这些被俘的人,雅典人将他们与玻俄提亚人的俘虏一起用脚镣锁上并关押起来;但后来他们以每人两米纳赎金的估价释放了他们。
τὰς δὲ πέδας αὐτῶν, ἐν τῇσι ἐδεδέατο, ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν· αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι, κρεμάμεναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου, ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου.
他们曾被锁着的脚镣被挂在卫城上;直到我的时代,这些脚镣依然保存完好,挂在曾被米底人付之一炬而烧焦的城壁上,正对着面向西方的殿堂。
§5.77.4καὶ τῶν λύτρων τὴν δεκάτην ἀνέθηκαν ποιησάμενοι τέθριππον χάλκεον· τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐσιόντι ἐς τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι· ἐπιγέγραπται δέ οἱ τάδε. " ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου, δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν· τῶν ἵππους δεκάτην Παλλάδι τάσδʼ ἔθεσαν.
他们还用赎金的十分之一制作并献纳了一辆青铜四马战车;这辆战车立在进入卫城山门时的左手边第一处地方,上面刻着如下的诗句: “在战争的功业中,雅典的子弟征服了玻俄提亚人和哈尔基斯人的部族,在黯淡的铁链中,他们熄灭了敌人的狂傲;他们用这些赎金的十分之一,将这些骏马献给帕拉斯。
"

词汇与语法注释

  1. 5.77.1Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς Βοιωτοὺς ἔδοξε — 与格分词短语 `Ἀθηναίοισι ἰδοῦσι`(看见……的雅典人)作为无人称动词 `ἔδοξε`(在……看来是好的 / 决定)的逻辑主语。具体决定的行动由后接的不定式短语 `πρότερον ... ἐπιχειρέειν`(先攻击……)来表达。
  2. 5.77.2ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ — 前置词 `ἐπί` 连同属格 `τῶν ἱπποβοτέων` 修饰与格的 `τῇ χώρῃ`(土地),字面意思是“在属于‘养马者’的土地上”。此结构不仅表示所有权,还强调了该空间区域的划分。
  3. 5.77.3δίμνεως ἀποτιμησάμενοι — 属格 `δίμνεως`(“两米纳的”,为 `δίμνως` 的爱奥尼亚方言形式)是表示价格或价值的属格。它与中动相分词 `ἀποτιμησάμενοι`(为自己估定)连用,表示释放俘虏时按“每人两米纳”的赎金额度进行评估。
  4. 5.77.4τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐσιόντι — 与格现在分词 `ἐσιόντι`(对于进入的人而言)是关系与格,用以界定特定视点或相对位置。属格 `ἀριστερῆς χειρός`(在左手边)则是表示空间方向的属格。

引用这一段

希罗多德, 历史 §5.77.1-5.77.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.77.1-5.77.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。