Humanitext Reader

希罗多德 · 历史 §5.72.1-5.72.4

克莱奥梅尼斯入侵雅典并自卫城撤离

第 841 段,共 1577 段 · 希腊语

内容简介

克莱奥梅尼斯进入雅典,放逐了许多家庭并企图控制国家政权,但在卫城被雅典人围攻后被迫撤离,这应验了禁止多利斯人进入圣殿的神谕。

§5.72.1Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς ἐναγέας, Κλεισθένης μὲν αὐτὸς ὑπεξέσχε, μετὰ δὲ οὐδὲν ἧσσον παρῆν ἐς τὰς Ἀθήνας ὁ Κλεομένης οὐ σὺν μεγάλῃ χειρί, ἀπικόμενος δὲ ἀγηλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων, τά οἱ ὑπέθετο ὁ Ἰσαγόρης.
克莱奥梅尼斯派使者企图驱逐克莱斯提尼和“染有神谴之人”,克莱斯提尼本人便悄然退避。 尽管如此,克莱奥梅尼斯随后仍率领一支人数不多的手下进驻雅典。 他一抵达,就放逐了雅典人的七百个家庭,这些家庭是伊萨哥拉斯向他指出的。
ταῦτα δὲ ποιήσας δεύτερα τὴν βουλὴν καταλύειν ἐπειρᾶτο, τριηκοσίοισι δὲ τοῖσι Ἰσαγόρεω στασιώτῃσι τὰς ἀρχὰς ἐνεχείριζε.
在做完这些事后,他接着企图解散五百人议会,并试图将国家政权委托给伊萨哥拉斯党羽中的三百人。
§5.72.2ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι, ὅ τε Κλεομένης καὶ ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν.
但由于议会进行抵抗且拒绝服从,克莱奥梅尼斯、伊萨哥拉斯及其党羽占领了卫城。
Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο· τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρχονται ἐκ τῆς χώρης ὅσοι ἦσαν αὐτῶν Λακεδαιμόνιοι.
其余的雅典人万众一心,对他们进行了两天的围攻;到了第三天,他们中凡是拉栖代梦人的人,都在停战协定下撤离了该国。
ἐπετελέετο δὲ τῷ Κλεομένεϊ ἡ φήμη.
这样,那句预言对克莱奥梅尼斯来说便应验了。
§5.72.3ὡς γὰρ ἀνέβη ἐς τὴν ἀκρόπολιν μέλλων δὴ αὐτὴν κατασχήσειν, ἤιε ἐς τὸ ἄδυτον τῆς θεοῦ ὡς προσερέων· ἡ δὲ ἱρείη ἐξαναστᾶσα ἐκ τοῦ θρόνου, πρὶν ἢ τὰς θύρας αὐτὸν ἀμεῖψαι, εἶπε ὦ ξεῖνε Λακεδαιμόνιε, πάλιν χώρεε μηδὲ ἔσιθι ἐς τὸ ἱρόν· οὐ γὰρ θεμιτὸν Δωριεῦσι παριέναι ἐνθαῦτα.
因为当他登上卫城,正打算将其占领时,他正要进入女神的内殿向其祈祷;但女祭司从座位上站起来,在他跨过殿门之前对他说:“拉栖代梦的异乡人,退回去,不要进入圣殿;因为多利斯人进入这里是不合神法的。
ὁ δὲ εἶπε ὦ γύναι, ἀλλʼ οὐ Δωριεύς εἰμι ἀλλʼ Ἀχαιός.
”而他回答道:“妇人啊,但我不是多利斯人,而是阿卡亚人。
§5.72.4ὃ μὲν δὴ τῇ κλεηδόνι οὐδὲν χρεώμενος ἐπεχείρησέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν Λακεδαιμονίων·
” 他对这句神谕毫不在意,进行了尝试,结果当时便与拉栖代梦人一起再次被驱逐出去。
τοὺς δὲ ἄλλους Ἀθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ, ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν, τοῦ ἔργα χειρῶν τε καὶ λήματος ἔχοιμʼ ἂν μέγιστα καταλέξαι.
而雅典人则将其他人关押起来以处死刑,其中也包括德尔斐的提墨西特乌斯,关于他的武勇与胆识的伟绩,我可以列举出极多。

词汇与语法注释

  1. §5.72.1ὡς πέμπων ἐξέβαλλε — 连词 ὡς 引导时间或原因从句。动词 ἐξέβαλλε 为未完成过去时,表示企图或尝试(“企图驱逐”)而非已完成的事实,伴随分词 πέ表达分词(“派遣使者”)表示手段。
  2. §5.72.1ἀγηλατέει — ἀγηλατέω(意为“作为染有神谴之人驱逐”)的历史现在时。它带有一种宗教色彩,指从国家中清除“不洁/神谴”(ἄγος),而不仅仅是普通的放逐。
  3. §5.72.3πρὶν ἢ τὰς θύρας αὐτὸν ἀμεῖψαι — 连词 πρὶν ἤ(在……之前)引导对格加不定式结构。αὐτόν 是不定式 ἀμεῖψαι 的逻辑主语,而 τὰς θύρας 是其直接宾语。
  4. §5.72.4τὴν ἐπὶ θανάτῳ — 阴性单数对格冠词 τὴν 之后省略了名词的椭圆表达。通常意味着“以死刑为前提的(拘留或审判)”。在此处作为修饰语,表示“为了处以死刑(而关押)”的目的。
  5. §5.72.4ἔχοιμʼ ἂν ... καταλέξαι — 希求法 ἔχοιμι 与 ἄν 结合表示潜在语气(“将能够……”)。结合 ἔχω + 不定式(“能够做某事”)的用法,委婉地表达说话者有能力列举这些事迹。

引用这一段

希罗多德, 历史 §5.72.1-5.72.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.72.1-5.72.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。