§5.73.1οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν.
这些人被关押着处死了。
Ἀθηναῖοι δὲ μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις, συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας· ἠπιστέατο γὰρ σφίσι Λακεδαιμονίουςτε καὶ Κλεομένεα ἐκπεπολεμῶσθαι.
此后,雅典人召回了克莱斯提尼以及被克莱奥梅尼斯驱逐的七百个家庭,并派遣使者前往萨尔迪斯,希望与波斯人结盟;因为他们深知拉栖代梦人和克莱奥梅尼斯已经与他们陷入了敌对状态。
§5.73.2ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδις καὶ λεγόντων τὰ ἐντεταλμένα, Ἀρταφρένης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ κοῦ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι, πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε·
使者们抵达萨尔迪斯并转达了受托的旨意后,叙斯塔斯佩斯之子、萨尔迪斯的总督阿尔塔弗雷内斯便询问,这些请求与波斯人结盟的人究竟是怎样的人,又居住在世上的什么地方。
εἰ μὲν διδοῦσι βασιλέι Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ συμμαχίην σφι συνετίθετο, εἰ δὲ μὴ διδοῦσι, ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευε.
在从使者那里得知情况后,他向他们作出了如下明确的答复:如果雅典人向大流士国王献上“土与水”,他就与他们结盟;但如果他们不献上,他就命令他们离去。
§5.73.3οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλόμενοι διδόναι ἔφασαν, βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι.
然而,使者们自作主张地表示愿意献上,因为他们极想达成这一盟约。
οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον.
这些使者在回到自己的国家后,遭到了严厉的谴责。