§5.71.1οἱ δʼ ἐναγέες Ἀθηναίων ὧδε ὠνομάσθησαν.
雅典人中所谓“染有神谴之人”是这样得名的。
ἦν Κύλων τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης·
雅典人中有一个名叫库隆的人,曾是奥林匹亚赛会的获胜者。
οὗτος ἐπὶ τυραννίδι ἐκόμησε, προσποιησάμενος δὲ ἑταιρηίην τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη, οὐ δυνάμενος δὲ ἐπικρατῆσαι ἱκέτης ἵζετο πρὸς τὸ ἄγαλμα.
此人企图夺取僭主之位,他纠集了一伙同龄人的帮派,企图占领卫城;但由于未能成功夺权,他作为求庇护者坐在了神像前。
§5.71.2τούτους ἀνιστᾶσι μὲν οἱ πρυτάνιες τῶν ναυκράρων, οἵ περ ἔνεμον τότε τὰς Ἀθήνας, ὑπεγγύους πλὴν θανάτου· φονεῦσαι δὲ αὐτοὺς αἰτίη ἔχει Ἀλκμεωνίδας.
当时治理雅典的造船官首领们劝他们离开,并担保免其死罪;然而,杀害他们的罪责却落在了阿尔克美翁家族身上。
ταῦτα πρὸ τῆς Πεισιστράτου ἡλικίης ἐγένετο.
这些事情发生在庇西特拉图时代之前。