§5.61.1τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ
"
Λαοδάμας τρίποδʼ αὐτὸς ἐυσκόπῳ Ἀπόλλωνι
μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα. "
第三个三脚祭器也同样用六音步格律诗句说道: “拉奥达马斯在独裁统治时,亲自将这尊三脚祭器奉纳给目光敏锐的阿波罗,作为给您的极精美献礼。
§5.61.2ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπʼ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας.
” 正是在这位埃忒奥克勒斯之子拉奥达马斯执政期间,卡德摩斯人被阿尔戈斯人驱逐,并投奔恩刻莱斯人。
οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας·
而留在后方的盖菲拉人,后来被玻俄提亚人逐出,撤往雅典。
καί σφι ἱρά ἐστι ἐν Ἀθήνῃσι ἱδρυμένα, τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθηναίοισι, ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια.
他们在雅典建有神庙,其他雅典人不得参与其中的祭祀;这些神庙与其他神庙分离开来,其中包括阿开亚得墨忒耳的神庙及秘仪。