§5.61.1τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ
"
Λαοδάμας τρίποδʼ αὐτὸς ἐυσκόπῳ Ἀπόλλωνι
μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα. "
And a third tripod says, this one too in hexameter: "Laodamas himself, while ruling, dedicated this tripod to far-seeing Apollo, a most beautiful offering to you.
§5.61.2ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπʼ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας.
"During the reign of this very Laodamas, the son of Eteocles, the Cadmeans were expelled by the Argives and fled to the Encheleis.
οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας· καί σφι ἱρά ἐστι ἐν Ἀθήνῃσι ἱδρυμένα, τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθηναίοισι, ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια.
The Gephyraeans, having been left behind, were later driven out by the Boeotians and withdrew to Athens; and they have temples established in Athens, in which the rest of the Athenians have no share, both others that are distinct from the other temples, and in particular the temple and rites of Achaean Demeter.