§5.62.1ἡ μὲν δὴ ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου καὶ οἱ Γεφυραῖοι ὅθεν ἐγεγόνεσαν, τῶν ἦσαν οἱ Ἱππάρχου φονέες, ἀπήγηταί μοι·
关于希帕耳科斯梦中的幻象,以及杀害希帕耳科斯的人所出身的盖菲拉人的起源,我已经叙述过了。
δεῖ δὲ πρὸς τούτοισι ἔτι ἀναλαβεῖν τὸν κατʼ ἀρχὰς ἤια λέξων λόγον, ὡς τυράννων ἐλευθερώθησαν Ἀθηναῖοι.
但在此之外,我必须重新回到我最初打算讲述的那个主题,即雅典人是如何从僭主统治中获得解放的。
§5.62.2Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον, Ἀλκμεωνίδαι γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας, ἐπείτε σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος, ἀλλὰ προσέπταιον μεγάλως πειρώμενοι κατιέναι τε καὶ ἐλευθεροῦν τὰς Ἀθήνας, Λειψύδριον τὸ ὑπὲρ Παιονίης τειχίσαντες, ἐνθαῦτα οἱ Ἀλκμεωνίδαι πᾶν ἐπὶ τοῖσι Πεισιστρατίδῃσι μηχανώμενοι παρʼ Ἀμφικτυόνων τὸν νηὸν μισθοῦνται τὸν ἐν Δελφοῖσι, τὸν νῦν ἐόντα τότε δὲ οὔκω, τοῦτον ἐξοικοδομῆσαι.
当希庇亚斯实行僭主统治,并因希帕耳科斯之死而对雅典人日益严厉和怨恨时,身为雅典名门、当时正为了避开庇西特拉图一族而流亡的阿尔克美翁家族,与其他雅典流亡者一同试图用武力重返家园。 然而他们的归国尝试并未成功,相反,在他们于派奥尼亚上方的雷普叙德里翁修筑要塞,并试图返回和解放雅典时,遭到了惨重的失败。 于是,阿尔克美翁家族为了对付庇西特拉图一族而绞尽脑汁,从近邻同盟那里承包了建造德尔斐神庙的工程——即如今存在、而当时尚未建起的那座神庙。
§5.62.3οἷα δὲ χρημάτων εὖ ἥκοντες καὶ ἐόντες ἄνδρες δόκιμοι ἀνέκαθεν ἔτι, τόν τε νηὸν ἐξεργάσαντο τοῦ παραδείγματος κάλλιον τά τε ἄλλα καὶ συγκειμένου σφι πωρίνου λίθου ποιέειν τὸν νηόν, Παρίου τὰ ἔμπροσθε αὐτοῦ ἐξεποίησαν.
由于他们财力雄厚,且自古以来就是享有盛誉的名门,因此他们建造的神庙甚至比设计图样还要美丽。 特别是在合同约定他们只需用粗石建造神庙的情况下,他们却用帕罗斯大理石完成了神庙的前面部分。