§5.51.1ὁ μὲν Κλεομένης ταῦτα εἴπας ἤιε ἐς τὰ οἰκία, ὁ δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην ἤιε ἐς τοῦ Κλεομένεος, ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων ἐπακοῦσαι ἐκέλευε τὸν Κλεομένεα ἀποπέμψαντα τὸ παιδίον·
克列欧美奈斯说了这些话后便回了家。 而阿里斯塔戈拉斯拿着求告者的橄榄枝,前往克列欧美奈斯的家。 他进到屋里后,便以求告者的身份,请求克列欧美奈斯打发走孩子,然后听他陈述。
προσεστήκεε γὰρ δὴ τῷ Κλεομένεϊ ἡ θυγάτηρ, τῇ οὔνομα ἦν Γοργώ·
因为克列欧美奈斯的身边正站着他的女儿,名字叫作戈尔戈。
τοῦτο δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐὸν ἐτέων ὀκτὼ ἢ ἐννέα ἡλικίην.
这孩子也是他唯一的孩子,年龄正值八九岁。
Κλεομένης δὲ λέγειν μιν ἐκέλευε τὰ βούλεται μηδὲ ἐπισχεῖν τοῦ παιδίου εἵνεκα.
但克列欧美奈斯让他尽管说出自己想说的话,不必因为孩子在场而有所顾忌。
§5.51.2ἐνθαῦτα δὴ ὁ Ἀρισταγόρης ἄρχετο ἐκ δέκα ταλάντων ὑπισχνεόμενος, ἤν οἱ ἐπιτελέσῃ τῶν ἐδέετο.
于是,阿里斯塔戈拉斯开始许诺,如果能为他达成请求的事,就给十个塔兰同。
ἀνανεύοντος δὲ τοῦ Κλεομένεος προέβαινε τοῖσι χρήμασι ὑπερβάλλων ὁ Ἀρισταγόρης, ἐς οὗ πεντήκοντά τε τάλαντα ὑπεδέδεκτο καὶ τὸ παιδίον ηὐδάξατο
πάτερ, διαφθερέει σε ὁ ξεῖνος, ἢν μὴ ἀποστὰς ἴῃς.
由于克列欧美奈斯摇头拒绝,阿里斯塔戈拉斯便不断增加金额,直到他承诺给五十个塔兰同的时候,孩子大声说道:“父亲,要是你不走开,这个异乡人会把你毁掉的。
§5.51.3ὅ τε δὴ Κλεομένης ἡσθεὶς τοῦ παιδίου τῇ παραινέσι ἤιε ἐς ἕτερον οἴκημα, καὶ ὁ Ἀρισταγόρης ἀπαλλάσσετο τὸ παράπαν ἐκ τῆς Σπάρτης, οὐδέ οἱ ἐξεγένετο ἐπὶ πλέον ἔτι σημῆναι περὶ τῆς ἀνόδου τῆς παρὰ βασιλέα.
” 克列欧美奈斯对孩子的劝告感到欣喜,便走进了另一个房间。 而阿里斯塔戈拉斯则彻底离开了斯巴达,他再也没有机会更详细地说明前往大王那里的内陆旅程了。