§5.52.1ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε· σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος.
因为关于这条道路的情况如下:沿途随处都有大王的驿站和极为华丽的旅馆,且整条道路都穿过有人烟而安全的地区。
διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί, παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ.
§ 通过吕底亚和弗里吉亚,连续有二十个驿站,距离为九十四个半帕拉桑。
§5.52.2ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός, ἐπʼ ᾧ πύλαι τε ἔπεισι, τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπʼ αὐτῷ.
紧接弗里吉亚的是哈吕斯河,河上有关门,人们必须通过关门才能渡河,而且河畔设有一座大型卫所。
διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα, παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν.
对于渡河进入卡帕多西亚并由此前行直至基利家边境的人来说,共有二十八个驿站,距离为一百零四个帕拉桑。
ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι.
在两国的边界上,你将通过双重关门,并经过两座卫所。
§5.52.3ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἱσι σταθμοί, παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ.
对于通过这些关门并在基利家境内行进的人来说,有三个驿站,距离为十五个半帕拉桑。
οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος, τῷ οὔνομα Εὐφρήτης.
基利家和亚美尼亚的边界是一条必须乘船渡过的河流,名字叫作幼发拉底河。
ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μὲν εἰσὶ καταγωγέων πεντεκαίδεκα, παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ, καὶ φυλακτήριον ἐν αὐτοῖσι.
在亚美尼亚境内,有十五个设有旅馆的驿站,距离为五十六个半帕拉桑,其中设有一座卫所。
§5.52.4ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα, παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν.
对于从亚美尼亚进入马提亚奈土地的人来说,有三十四个驿站,距离为一百三十七个帕拉桑。
ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι, τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαι ἐστί, πρῶτος μὲν Τίγρης, μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος, οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων· ὁ μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει, ὁ δʼ ὕστερον ἐκ Ματιηνῶν·
有四条必须乘船渡过的河流流经此地,人们必须乘渡船渡过它们:第一条是底格里斯河,其后是第二条和第三条用相同名字称呼的河流,但它们并非同一条河,也非源自同一地方;因为其中先提到的那条流自亚美尼亚人的土地,后提到的那条流自马提亚奈人的土地。
§5.52.5ὁ δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης, τὸν Κῦρος διέλαβε κοτὲ ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας.
第四条河的名字叫作甘迪斯河,居鲁士曾将其分流到三百六十条渠道中。
§5.52.6ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί, παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην, ἐόντα καὶ τοῦτον νηυσιπέρητον· ἐπʼ ᾧ Σοῦσα πόλις πεπόλισται.
对于从这里进入基西亚地区的人来说,有十一个驿站,直到乔阿斯佩斯河为止,距离为四十二个半帕拉桑,这条河也是一条必须乘船渡过的河流;苏萨城就建在这条河畔。