§5.49.1ἀπικνέεται δὲ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν·
且说,当克列欧美奈斯执掌政权之时,米利都的僭主阿里斯塔戈拉斯来到了斯巴达。
τῷ δὴ ἐς λόγους ἤιε, ὡς Λακεδαιμόνιοι λέγουσι, ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες.
据拉刻代蒙人说,他前去与克列欧美奈斯会谈,手中携带着一块青铜板,上面刻着整个陆地的轮廓、所有的海洋以及所有的河流。
§5.49.2ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε. Κλεόμενες, σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος· τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα· Ἰώνων παῖδας δούλους εἶναι ἀντʼ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν, ἔτι δὲ τῶν λοιπῶν ὑμῖν, ὅσῳ προέστατε τῆς Ἑλλάδος.
阿里斯塔戈拉斯在会谈中对克列欧美奈斯如此说道: “克列欧美奈斯,请不要对我长途跋涉来到此地的热忱感到惊异,因为目前的事态如下:爱奥尼亚人的子孙沦为奴隶而非自由人,这对于我们自己而言是极大的耻辱和痛苦,而在其余的希腊人中,对于你们这些希腊的领袖而言,更是莫大的耻辱。
§5.49.3νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας.
因此,现在请看在希腊众神的份上,将爱奥尼亚人——这些与你们同血统的人——从奴役中解救出来吧。
εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί·
这件事情对你们来说是极易办到的。
οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί, ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι, ἥ τε μάχη αὐτῶν ἐστὶ τοιήδε, τόξα καὶ αἰχμὴ βραχέα· ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι.
因为蛮族人并不英勇,而你们在战争事务上已经达到了武艺的最高峰。 他们的战斗方式是这样的:使用弓箭和短枪,穿着裤子,头上戴着尖帽进入战场。
§5.49.4οὕτω εὐπετέες χειρωθῆναι εἰσί.
因此,他们极易被征服。
ἔστι δὲ καὶ ἀγαθὰ τοῖσι τὴν ἤπειρον ἐκείνην νεμομένοισι ὅσα οὐδὲ τοῖσι συνάπασι ἄλλοισι, ἀπὸ χρυσοῦ ἀρξαμένοισι, ἄργυρος καὶ χαλκὸς καὶ ἐσθὴς ποικίλη καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα·
此外,居住在那片大陆上的人们拥有极其丰富的财宝,是其他所有人加在一起也无法比拟的,从黄金开始,还有白银、青铜、五彩缤纷的衣物、役畜以及奴隶。
τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε.
只要你们由衷渴望,这些都可以成为你们自己的财产。
§5.49.5κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω, Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί, οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες.
他们邻接而居,正如我所要说明的:在这些爱奥尼亚人的旁边是这些吕底亚人,他们居住在富饶的土地上,并且拥有极多的白银。
δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον, τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην.
” 阿里斯塔戈拉斯指着他随身携带的、刻在青铜板上的世界地图,说出了这些话。
Λυδῶν δέ
ἔφη λέγων ὁ Ἀρισταγόρης
οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ, πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι.
“而在吕底亚人旁边,”阿里斯塔戈拉斯继续说道,“向东是这些弗里吉亚人,他们是我所知道的所有人中拥有羊群最多、农作物最丰饶的。
§5.49.6Φρυγῶν δὲ ἔχονται Καππαδόκαι, τοὺς ἡμεῖς Συρίους καλέομεν.
在弗里吉亚人旁边是卡帕多西亚人,我们称他们为叙利亚人。
τούτοισι δὲ πρόσουροι Κίλικες, κατήκοντες ἐπὶ θάλασσαν τήνδε, ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται· οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι.
与他们相邻的是基利家人,领土一直延伸到这片海洋,在这片海中坐落着这颗塞浦路斯岛;他们每年向国王缴纳五百塔兰同的贡税。
Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε, καὶ οὗτοι ἐόντες πολυπρόβατοι, Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες.
在这些基利家人的旁边是这些亚美尼亚人,他们同样拥有极多的羊群;在亚美尼亚人旁边则是占领着这片土地的马提埃尼人。
§5.49.7ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη, ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα, ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται, καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί·
在他们旁边的是这片基西亚人的土地,在这片土地上,坐落在科阿斯佩斯河畔的就是这苏萨城,大王便居住于此,并且他的财富宝库也设在这里。
ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε.
如果攻占了这座城市,你们就可以毫无惧色地在财富上与宙斯一争高下了。
§5.49.8ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους, τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου, τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν·
然而,难道你们还要为了并不辽阔、也并不肥沃的土地,以及狭小的疆界,去推迟与实力不相上下的麦塞尼亚人、阿卡迪亚人和阿耳戈斯人之间的决战吗? 他们根本没有黄金或白银这类能激起人们拼死战斗之热忱的东西。
παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως, ἄλλο τι αἱρήσεσθε;
相比之下,既然你们可以轻易统治整个亚洲,难道你们还要选择别的道路吗?
§5.49.9Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε, Κλεομένης δὲ ἀμείβετο τοῖσιδε.
” 阿里斯塔戈拉斯说完了这些话,克列欧美奈斯则如此回答: “米利都的异乡客,我三天后再答复你。
ὦ ξεῖνε Μιλήσιε, ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι.
”