§5.49.1ἀπικνέεται δὲ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν·
さて、ミレトスの僭主アリストラゴラスは、クレオメネスが権力を握っていた時にスパルタに到着した。
τῷ δὴ ἐς λόγους ἤιε, ὡς Λακεδαιμόνιοι λέγουσι, ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες.
ラケダイモン人の言うところによれば、彼は、全世界の輪郭、すべての海、すべての川が刻み込まれた青銅の板を携えて、クレオメネスとの談判に臨んだ。
§5.49.2ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε.
アリストラゴラスは談判の席に臨み、彼に向かって次のように語った。
Κλεόμενες, σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος·
「クレオメネス殿、私がここまでやって来た熱意を不審に思われるな。
τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα·
実情は以下の通りなのです。
Ἰώνων παῖδας δούλους εἶναι ἀντʼ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν, ἔτι δὲ τῶν λοιπῶν ὑμῖν, ὅσῳ προέστατε τῆς Ἑλλάδος.
イオニアの子らが自由の身ではなく奴隷であるということは、我々自身にとって最大の不名誉であり苦痛ですが、ギリシアの先頭に立つあなた方にとっても、残りのすべての人々の中で最大の不名誉なのです。
§5.49.3νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας.
それゆえ今や、ギリシアの神々に誓って、同じ血を分けた同胞であるイオニア人を奴隷の境遇から救い出してください。
εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί·
このことは、あなた方にとって極めて容易に成し遂げられることです。
οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί, ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι, ἥ τε μάχη αὐτῶν ἐστὶ τοιήδε, τόξα καὶ αἰχμὴ βραχέα·
というのも、野蛮人どもは勇敢ではなく、一方であなた方は戦争に関する事柄において最高の勇気に達しているからです。
ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι.
彼らの戦い方はこのようなもので、弓と短い槍を用い、ズボンを穿き、頭には尖り帽子を戴いて戦場に赴くのです。
§5.49.4οὕτω εὐπετέες χειρωθῆναι εἰσί.
このように、彼らはたやすく征服できる相手です。
ἔστι δὲ καὶ ἀγαθὰ τοῖσι τὴν ἤπειρον ἐκείνην νεμομένοισι ὅσα οὐδὲ τοῖσι συνάπασι ἄλλοισι, ἀπὸ χρυσοῦ ἀρξαμένοισι, ἄργυρος καὶ χαλκὸς καὶ ἐσθὴς ποικίλη καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα·
さらに、あの大陸に住む人々は、金をはじめとして、銀や青銅、色鮮やかな衣類、役獣、そして奴隷など、他のすべての人々を合わせても及ばないほどの富を所有しています。
τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε.
これらは、あなた方が心から望むなら、自分たちのものにできるのです。
§5.49.5κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω, Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί, οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες.
彼らは互いに隣り合って暮らしており、私が説明する通りの順序で並んでいます。
δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον, τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην.
まず、これらイオニア人の隣には、こちらのリュディア人が住んでおり、彼らは肥沃な土地に暮らし、極めて多くの銀を所有しています」アリストラゴラスは、自分が携えていた板に刻まれた世界地図を指し示しながら、これらのことを語った。
Λυδῶν δέ
ἔφη λέγων ὁ Ἀρισταγόρης
οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ, πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι.
「そして、リュディア人の隣には」とアリストラゴラスは続けて言った、「東に向けて、これらフリュギア人が続いており、彼らは私の知るあらゆる人々の中で最も多くの家畜を持ち、最も多くの作物を実らせます。
§5.49.6Φρυγῶν δὲ ἔχονται Καππαδόκαι, τοὺς ἡμεῖς Συρίους καλέομεν.
フリュギア人の隣には、我々がシリア人と呼ぶカッパドキア人が続いています。
τούτοισι δὲ πρόσουροι Κίλικες, κατήκοντες ἐπὶ θάλασσαν τήνδε, ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται·
彼らに隣接しているのがキリキア人で、彼らはこのキプロス島が浮かぶこの海にまで達しており、王に対して毎年五百タラントンの貢納金を支払っています。
οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι.
このキリキア人の隣には、こちらのアルメニア人が続いており、彼らもまた多くの家畜を所有しています。
Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε, καὶ οὗτοι ἐόντες πολυπρόβατοι, Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες.
アルメニア人の隣には、この土地を領有するマティエノ人が続いています。
§5.49.7ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη, ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα, ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται, καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί·
そして、これらの隣にあるのがこちらのキッシアの地であり、実に、このコアスペス川のほとりに位置しているのが、こちらのスサです。
ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε.
ここには大王が居所を定めており、財宝の倉庫もここにあります。
§5.49.8ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους, τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου, τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν·
この都市を奪取すれば、あなた方はすでに富の点において、恐れることなくゼウスと競い合うことができます。 それなのに、大して広くもなく、それほど肥沃でもなく、狭い境界をめぐって、自分たちと対等の力を持つメッセニア人やアルカディア人、アルゴス人たちとの戦いを先延ばしにしなければならないのでしょうか。
παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως, ἄλλο τι αἱρήσεσθε;
彼らは金や銀に類するものを何一つ持っておらず、それらのためにこそ、人は命をかけて戦い死のうとする熱意に駆られるというのに。
§5.49.9Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε, Κλεομένης δὲ ἀμείβετο τοῖσιδε.
これに対して、アジア全土を容易に支配する機会が提供されているというのに、あなた方はそれ以外の道を選ぼうというのですか」アリストラゴラスはこのように語り、クレオメネスは次のように答えた。
ὦ ξεῖνε Μιλήσιε, ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι.
「ミレトスの異邦の友よ、私は三日後に返答することにする」