§5.45.1ταῦτα δὲ οὗτοι λέγουσι.
这些是他们所说的话。
μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε, Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν, τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ· τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται, ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη·
而双方为这些说法指出了以下证据:叙巴里斯人指出了位于干涸的克拉提斯河旁的一处圣域和神殿,他们说这是协助攻占该城的多里哀乌斯为克拉提斯的雅典娜女神所建;他们还将多里哀乌斯本人的死亡视为最大的证据,因为他由于做出了违背神谕的事而遭毁灭。
εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν, ἐπʼ ὁ δὲ ἐστάλη ἐποίεε, εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε, οὐδʼ ἂν αὐτός τε καὶ ἡ στρατιὴ διεφθάρη.
因为,如果他确实没有违背任何神谕,而是去做了他被派遣去做的那些事,他本来就会攻占埃里克斯地区,并在攻占后占领它,而他自己和他的军队也本不会毁灭。
§5.45.2οἱ δʼ αὖ Κροτωνιῆται ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα, τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι, Δωριέι δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν.
与此相反,克罗同人则指出,在克罗同的土地上有很多特别挑选的土地赐予了埃利斯人卡里阿斯,直到我的时代,卡里阿斯之子孙仍在使用这些土地,但对于多里哀乌斯及多里哀乌斯之子孙却什么也没有赐予。
καίτοι εἰ συνεπελάβετό γε τοῦ Συβαριτικοῦ πολέμου Δωριεύς, δοθῆναι ἄν οἱ πολλαπλήσια ἢ Καλλίῃ.
然而,如果多里哀乌斯确实参与了叙巴里斯战争,那么赐予他的东西本会是赐予卡里阿斯的许多倍。
ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται, καὶ πάρεστι, ὁκοτέροισί τις πείθεται αὐτῶν, τούτοισι προσχωρέειν.
现在,这些是他们双方所出示的证据,任何人都可以去赞同他们中更为令人信服的一方。