§5.40.1πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξανδρίδῃ τάδε. ἐπεὶ τοίνυν τοι περιεχόμενόν σε ὁρῶμεν τῆς ἔχεις γυναικός, σὺ δὲ ταῦτα ποίεε, καὶ μὴ ἀντίβαινε τούτοισι, ἵνα μή τι ἀλλοῖον περὶ σεῦ Σπαρτιῆται βουλεύσωνται· §5.40.2γυναικὸς μὲν τῆς ἔχεις οὐ προσδεόμεθά σευ τῆς ἐξέσιος, σὺ δὲ ταύτῃ τε πάντα ὅσα νῦν παρέχεις πάρεχε καὶ ἄλλην πρὸς ταύτῃ ἐσάγαγε γυναῖκα τεκνοποιόν. ταῦτά κῃ λεγόντων συνεχώρησε ὁ Ἀναξανδρίδης, μετὰ δὲ γυναῖκας ἔχων δύο διξὰς ἱστίας οἴκεε, ποιέων οὐδαμῶς Σπαρτιητικά.
To this, the ephors and the elders, having deliberated, proposed the following to Anaxandrides: "Since, then, we see that you are clingingly attached to the wife you have, do this, and do not oppose these things, so that the Spartans may not decide something unfavorable about you: we do not demand of you the dismissal of the wife you have, but do you continue to provide her with everything that you now provide, and bring in another wife besides her to bear you children." When they spoke in this way, Anaxandrides agreed, and thereafter he lived with two wives, keeping two separate hearths, doing what was by no means in the Spartan fashion.