§5.34.1οἱ γὰρ ὦν Νάξιοι οὐδὲν πάντως προσεδέκοντο ἐπὶ σφέας τὸν στόλον τοῦτον ὁρμήσεσθαι.
因为纳克索斯人完全没有料到这支远征军会朝他们发起进攻。
ἐπεὶ μέντοι ἐπύθοντο, αὐτίκα μὲν ἐσηνείκαντο τὰ ἐκ τῶν ἀγρῶν ἐς τὸ τεῖχος, παρεσκευάσαντο δὲ ὡς πολιορκησόμενοι καὶ σῖτα καὶ ποτά, καὶ τὸ τεῖχος ἐσάξαντο.
然而,当他们得知这一消息后,便立即将田野里的物资运进城墙内,并准备了食物和饮料,作好被围困的准备,同时也加固了城墙。
§5.34.2καὶ οὗτοι μὲν παρεσκευάζοντο ὡς παρεσομένου σφι πολέμου· οἳ δʼ ἐπείτε διέβαλον ἐκ τῆς Χίου τὰς νέας ἐς τὴν Νάξον, πρὸς πεφραγμένους προσεφέροντο καὶ ἐπολιόρκεον μῆνας τέσσερας.
于是,这些人因战争临头而做着准备;而当波斯人把船只从希俄斯渡海开到纳克索斯时,他们所面对的是已经做好严密防备的人们,并对其进行了四个月的围攻。
§5.34.3ὡς δὲ τά τε ἔχοντες ἦλθον χρήματα οἱ Πέρσαι, ταῦτα κατεδεδαπάνητό σφι, καὶ αὐτῷ τῷ Ἀρισταγόρῃ προσαναισίμωτο πολλά, τοῦ πλεῦνός τε ἐδέετο ἡ πολιορκίη, ἐνθαῦτα τείχεα τοῖσι φυγάσι τῶν Ναξίων οἰκοδομήσαντες ἀπαλλάσσοντο ἐς τὴν ἤπειρον κακῶς πρήσσοντες.
当波斯人带来的资金被消耗殆尽,且阿里斯塔戈拉斯自己也额外耗费了许多,而围城战还需要更多资金时,他们便为纳克索斯的流亡者建造了城堡,随后在失意中撤退回到大陆。