§5.34.1οἱ γὰρ ὦν Νάξιοι οὐδὲν πάντως προσεδέκοντο ἐπὶ σφέας τὸν στόλον τοῦτον ὁρμήσεσθαι.
For the Naxians had not expected at all that this armament would launch itself against them.
ἐπεὶ μέντοι ἐπύθοντο, αὐτίκα μὲν ἐσηνείκαντο τὰ ἐκ τῶν ἀγρῶν ἐς τὸ τεῖχος, παρεσκευάσαντο δὲ ὡς πολιορκησόμενοι καὶ σῖτα καὶ ποτά, καὶ τὸ τεῖχος ἐσάξαντο. §5.34.2καὶ οὗτοι μὲν παρεσκευάζοντο ὡς παρεσομένου σφι πολέμου· οἳ δʼ ἐπείτε διέβαλον ἐκ τῆς Χίου τὰς νέας ἐς τὴν Νάξον, πρὸς πεφραγμένους προσεφέροντο καὶ ἐπολιόρκεον μῆνας τέσσερας. §5.34.3ὡς δὲ τά τε ἔχοντες ἦλθον χρήματα οἱ Πέρσαι, ταῦτα κατεδεδαπάνητό σφι, καὶ αὐτῷ τῷ Ἀρισταγόρῃ προσαναισίμωτο πολλά, τοῦ πλεῦνός τε ἐδέετο ἡ πολιορκίη, ἐνθαῦτα τείχεα τοῖσι φυγάσι τῶν Ναξίων οἰκοδομήσαντες ἀπαλλάσσοντο ἐς τὴν ἤπειρον κακῶς πρήσσοντες.
However, when they learned of it, they immediately carried in what they had in the fields into the stronghold, and prepared food and drink as men who were about to be besieged, and fortified their wall. And these men were preparing themselves on the ground that war was coming upon them; but when the others had crossed with their ships from Chios to Naxos, they advanced against men who were well fortified and besieged them for four months. But when the money which the Persians had brought with them had been spent, and much had been spent in addition by Aristagoras himself, and the siege required yet more, then, having built strongholds for the Naxian exiles, they departed for the mainland, having fared badly.