Humanitext Reader

希罗多德 · 历史 §5.33.1-5.33.4

梅加巴特斯与阿里斯塔戈拉斯的冲突及密报纳克索斯

第 802 段,共 1577 段 · 希腊语

内容简介

梅加巴特斯率领的波斯与爱奥尼亚联军前往纳克索斯,但在希俄斯时,梅加巴特斯与阿里斯塔戈拉斯因如何惩罚一名玩忽职守的敏多斯船长而发生冲突。愤怒的梅加巴特斯向纳克索斯人密报了联军的行动计划。

§5.33.1παραλαβὼν δὲ ὁ Μεγαβάτης τόν τε Ἀρισταγόρεα ἐκ τῆς Μιλήτου καὶ τὴν Ἰάδα στρατιὴν καὶ τοὺς Ναξίους ἔπλεε πρόφασιν ἐπʼ Ἑλλησπόντου, ἐπείτε δὲ ἐγένετο ἐν Χίῳ, ἔσχε τὰς νέας ἐς Καύκασα, ὡς ἐνθεῦτεν βορέῃ ἀνέμῳ ἐς τὴν Νάξον διαβάλοι.
梅加巴特斯率领阿里斯塔戈拉斯从米利都出发,并带着爱奥尼亚军队和纳克索斯人,表面上朝赫勒斯滂航行;但当他到达希俄斯时,将船只停泊在卡乌卡萨,以便从那里乘北风渡海前往纳克索斯。
§5.33.2καὶ οὐ γὰρ ἔδεε τούτῳ τῷ στόλῳ Ναξίους ἀπολέσθαι, πρῆγμα τοιόνδε συνηνείχθη γενέσθαι.
然而,由于纳克索斯人注定不该因这次远征而灭亡,便发生了这样一件事。
περιιόντος Μεγαβάτεω τὰς ἐπὶ τῶν νεῶν φυλακάς, ἐπὶ νεὸς Μυνδίης ἔτυχε οὐδεὶς φυλάσσων·
当梅加巴特斯巡视船只的哨位时,碰巧在一艘敏多斯船上没有任何人值守。
ὁ δὲ δεινόν τι ποιησάμενος ἐκέλευσε τοὺς δορυφόρους ἐξευρόντας τὸν ἄρχοντα ταύτης τῆς νεός, τῷ οὔνομα ἦν Σκύλαξ, τοῦτον δῆσαι διὰ θαλαμίης διελόντας τῆς νεὸς κατὰ τοῦτο, ἔξω μὲν κεφαλὴν ποιεῦντας ἔσω δὲ τὸ σῶμα.
他认为这是一件极严重的事,便命令卫兵找出这艘船的指挥官(其名叫斯库拉克司),并将此人穿过船底的桨孔捆绑起来,使他的头部在船外,身体在船内。
§5.33.3δεθέντος δὲ τοῦ Σκύλακος, ἐξαγγέλλει τις τῷ Ἀρισταγόρῃ ὅτι τὸν ξεῖνόν οἱ τὸν Μύνδιον Μεγαβάτης δήσας λυμαίνοιτο.
斯库拉克司被绑起来后,有人向阿里斯塔戈拉斯报告说,梅加巴特斯绑架并虐待他的敏多斯朋友。
ὃ δʼ ἐλθὼν παραιτέετο τὸν Πέρσην, τυγχάνων δὲ οὐδενὸς τῶν ἐδέετο, αὐτὸς ἐλθὼν ἔλυσε.
于是他前去向那个波斯人求情,但未得到任何允诺,便亲自前去将他释放。
πυθόμενος δὲ κάρτα δεινὸν ἐποιήσατο ὁ Μεγαβάτης καὶ ἐσπέρχετο τῷ Ἀρισταγόρῃ,
梅加巴特斯得知此事后,大为震怒,对阿里斯塔戈拉斯发火。
§5.33.4ὁ δὲ εἶπε σοὶ δὲ καὶ τούτοισι τοῖσι πρήγμασι τί ἐστι;
阿里斯塔戈拉斯说道:"你和这些事情有什么关系?
οὐ σὲ ἀπέστειλε Ἀρταφρένης ἐμέο πείθεσθαι καὶ πλέειν τῇ ἂν ἐγὼ κελεύω;
难道阿塔弗雷内斯派你来不是为了听从我,并朝我命令的地方航行吗?
τί πολλὰ πρήσσεις;
你干嘛要多管闲事?
ταῦτα εἶπε ὁ Ἀρισταγόρης.
"阿里斯塔戈拉斯说了这些话。
ὁ δὲ θυμωθεὶς τούτοισι, ὡς νὺξ ἐγένετο, ἔπεμπε ἐς Νάξον πλοίῳ ἄνδρας φράσοντας τοῖσι Ναξίοισι πάντα τὰ παρεόντα σφι πρήγματα.
因这些话而发怒的梅加巴特斯,一到夜里,就派人乘船前往纳克索斯,向纳克索斯人通报他们所面临的一切情况。

词汇与语法注释

  1. 5.33.1πρόφασιν — 名词 πρόφασις(借口、托辞)的单数宾格,作副词用,意为“作为借口”或“表面上”。用以表明前往赫勒斯滂的航行只是伪装。
  2. 5.33.2οὐ γὰρ ἔδεε — ἔδεε 是无人称动词 δεῖ 的未完成过去时(爱奥尼亚方言,相当于雅典方言的 ἔδει),与不定式 ἀπολέσθαι 连用,表示命运(“纳克索斯人注定不该灭亡”)。
  3. 5.33.4σοὶ δὲ καὶ τούτοισι τοῖσι πρήγμασι τί ἐστι; — 属于表示所有关系的与格用法,字面意为“对于你和这些事情有什么存在?”,是一种惯用的反问句,表示“你跟这件事情有什么关系?”。σοί 和 τούτοισι τοῖσι πρήγμασι 均为并列的与格。
  4. 5.33.4ἐμέο πείθεσθαι — 不定式 πείθεσθαι 表示派遣的目的。ἐμέο 是第一人称单数代词的属格形式(爱奥尼亚方言,相当于雅典方言的 ἐμοῦ)。动词 πείθομαι(服从)通常支配与格,但在此处支配属格,意为“听从(我)”。

引用这一段

希罗多德, 历史 §5.33.1-5.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.33.1-5.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。